<GetPassage xmlns="http://chs.harvard.edu/xmlns/cts">
    <request>
        <requestName>GetPassage</requestName>
        <requestUrn>urn:cts:greekLit:tlg0059.tlg011.perseus-grc2:202-206</requestUrn>
    </request>
    <reply>
        <urn>urn:cts:greekLit:tlg0059.tlg011.perseus-grc2:202-206</urn>
        <passage>
            <TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg011.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="202"><p><said who="#Ἀπολλόδωρος" rend="merge"><milestone n="202" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="202a"/><milestone unit="para" ed="P"/>μάλιστά γε.
               <milestone unit="para" ed="P"/>ἦ καὶ ἂν μὴ σοφόν, ἀμαθές; ἢ οὐκ ᾔσθησαι ὅτι ἔστιν τι μεταξὺ σοφίας καὶ ἀμαθίας;
               <milestone unit="para" ed="P"/>τί τοῦτο;
               <milestone unit="para" ed="P"/>τὸ ὀρθὰ δοξάζειν καὶ ἄνευ τοῦ ἔχειν λόγον δοῦναι οὐκ οἶσθʼ, ἔφη, ὅτι οὔτε ἐπίστασθαί ἐστιν—ἄλογον γὰρ πρᾶγμα πῶς ἂν εἴη ἐπιστήμη; —οὔτε ἀμαθία—τὸ γὰρ τοῦ ὄντος τυγχάνον πῶς ἂν εἴη ἀμαθία; —ἔστι δὲ δήπου τοιοῦτον ἡ ὀρθὴ δόξα, μεταξὺ φρονήσεως καὶ ἀμαθίας.
               <milestone unit="para" ed="P"/>ἀληθῆ, ἦν δʼ ἐγώ, λέγεις. <milestone unit="section" resp="Stephanus" n="202b"/>
               <milestone unit="para" ed="P"/>μὴ τοίνυν ἀνάγκαζε ὃ μὴ καλόν ἐστιν αἰσχρὸν εἶναι, μηδὲ ὃ μὴ ἀγαθόν, κακόν. οὕτω δὲ καὶ τὸν ἔρωτα ἐπειδὴ αὐτὸς ὁμολογεῖς μὴ εἶναι ἀγαθὸν μηδὲ καλόν, μηδέν τι μᾶλλον οἴου δεῖν αὐτὸν αἰσχρὸν καὶ κακὸν εἶναι, ἀλλά τι μεταξύ, ἔφη, τούτοιν.
               <milestone unit="para" ed="P"/>καὶ μήν, ἦν δʼ ἐγώ, ὁμολογεῖταί γε παρὰ πάντων μέγας θεὸς εἶναι.
               <milestone unit="para" ed="P"/>τῶν μὴ εἰδότων, ἔφη, πάντων λέγεις, ἢ καὶ τῶν εἰδότων;
               <milestone unit="para" ed="P"/>συμπάντων μὲν οὖν.
               <milestone unit="para" ed="P"/>καὶ ἣ γελάσασα καὶ πῶς ἄν, ἔφη, ὦ Σώκρατες, <milestone unit="section" resp="Stephanus" n="202c"/> ὁμολογοῖτο μέγας θεὸς εἶναι παρὰ τούτων, οἵ φασιν αὐτὸν οὐδὲ θεὸν εἶναι;
               <milestone unit="para" ed="P"/>τίνες οὗτοι; ἦν δʼ ἐγώ.
               <milestone unit="para" ed="P"/>εἷς μέν, ἔφη, σύ, μία δʼ ἐγώ.
               <milestone unit="para" ed="P"/>κἀγὼ εἶπον, πῶς τοῦτο, ἔφην, λέγεις;
               <milestone unit="para" ed="P"/>καὶ ἥ, ῥᾳδίως, ἔφη. λέγε γάρ μοι, οὐ πάντας θεοὺς φῂς εὐδαίμονας εἶναι καὶ καλούς; ἢ τολμήσαις ἄν τινα μὴ φάναι καλόν τε καὶ εὐδαίμονα θεῶν εἶναι;
               <milestone unit="para" ed="P"/>μὰ Δίʼ οὐκ ἔγωγʼ, ἔφην.
               <milestone unit="para" ed="P"/>εὐδαίμονας δὲ δὴ λέγεις οὐ τοὺς τἀγαθὰ καὶ τὰ καλὰ κεκτημένους;
               <milestone unit="para" ed="P"/>πάνυ γε. <milestone unit="section" resp="Stephanus" n="202d"/>
               <milestone unit="para" ed="P"/>ἀλλὰ μὴν Ἔρωτά γε ὡμολόγηκας διʼ ἔνδειαν τῶν ἀγαθῶν καὶ καλῶν ἐπιθυμεῖν αὐτῶν τούτων ὧν ἐνδεής ἐστιν.
               <milestone unit="para" ed="P"/>ὡμολόγηκα γάρ.
               <milestone unit="para" ed="P"/>πῶς ἂν οὖν θεὸς εἴη ὅ γε τῶν καλῶν καὶ ἀγαθῶν ἄμοιρος;
               <milestone unit="para" ed="P"/>οὐδαμῶς, ὥς γʼ ἔοικεν.
               <milestone unit="para" ed="P"/>ὁρᾷς οὖν, ἔφη, ὅτι καὶ σὺ ἔρωτα οὐ θεὸν νομίζεις;<milestone unit="para" ed="P"/>τί οὖν ἄν, ἔφην, εἴη ὁ Ἔρως; θνητός;
               <milestone unit="para" ed="P"/>ἥκιστά γε.
               <milestone unit="para" ed="P"/>ἀλλὰ τί μήν;
               <milestone unit="para" ed="P"/>ὥσπερ τὰ πρότερα, ἔφη, μεταξὺ θνητοῦ καὶ ἀθανάτου.
               <milestone unit="para" ed="P"/>τί οὖν, ὦ Διοτίμα;
               <milestone unit="para" ed="P"/>δαίμων μέγας, ὦ Σώκρατες· καὶ γὰρ πᾶν τὸ δαιμόνιον <milestone unit="section" resp="Stephanus" n="202e"/> μεταξύ ἐστι θεοῦ τε καὶ θνητοῦ.
               <milestone unit="para" ed="P"/>τίνα, ἦν δʼ ἐγώ, δύναμιν ἔχον;
               <milestone unit="para" ed="P"/>ἑρμηνεῦον καὶ διαπορθμεῦον θεοῖς τὰ παρʼ ἀνθρώπων καὶ ἀνθρώποις τὰ παρὰ θεῶν, τῶν μὲν τὰς δεήσεις καὶ θυσίας, τῶν δὲ τὰς ἐπιτάξεις τε καὶ ἀμοιβὰς τῶν θυσιῶν, ἐν μέσῳ δὲ ὂν ἀμφοτέρων συμπληροῖ, ὥστε τὸ πᾶν αὐτὸ αὑτῷ συνδεδέσθαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="203"><p><said who="#Ἀπολλόδωρος" rend="merge">
               διὰ τούτου καὶ ἡ μαντικὴ πᾶσα χωρεῖ καὶ ἡ τῶν ἱερέων τέχνη τῶν τε περὶ τὰς θυσίας καὶ τελετὰς 
               <milestone n="203" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="203a"/> καὶ τὰς ἐπῳδὰς καὶ τὴν μαντείαν πᾶσαν καὶ γοητείαν. θεὸς δὲ ἀνθρώπῳ οὐ μείγνυται, ἀλλὰ διὰ τούτου πᾶσά ἐστιν ἡ ὁμιλία καὶ ἡ διάλεκτος θεοῖς πρὸς ἀνθρώπους, καὶ ἐγρηγορόσι καὶ καθεύδουσι· καὶ ὁ μὲν περὶ τὰ τοιαῦτα σοφὸς δαιμόνιος ἀνήρ, ὁ δὲ ἄλλο τι σοφὸς ὢν ἢ περὶ τέχνας ἢ χειρουργίας τινὰς βάναυσος. οὗτοι δὴ οἱ δαίμονες πολλοὶ καὶ παντοδαποί εἰσιν, εἷς δὲ τούτων ἐστὶ καὶ ὁ Ἔρως.
               <milestone unit="para" ed="P"/>πατρὸς δέ, ἦν δʼ ἐγώ, τίνος ἐστὶ καὶ μητρός; <milestone unit="section" resp="Stephanus" n="203b"/>
               <milestone unit="para" ed="P"/>μακρότερον μέν, ἔφη, διηγήσασθαι· ὅμως δέ σοι ἐρῶ. ὅτε γὰρ ἐγένετο ἡ Ἀφροδίτη, ἡστιῶντο οἱ θεοὶ οἵ τε ἄλλοι καὶ ὁ τῆς Μήτιδος ὑὸς Πόρος. ἐπειδὴ δὲ ἐδείπνησαν, προσαιτήσουσα οἷον δὴ εὐωχίας οὔσης ἀφίκετο ἡ Πενία, καὶ ἦν περὶ τὰς θύρας. ὁ οὖν Πόρος μεθυσθεὶς τοῦ νέκταρος— οἶνος γὰρ οὔπω ἦν—εἰς τὸν τοῦ Διὸς κῆπον εἰσελθὼν βεβαρημένος ηὗδεν. ἡ οὖν Πενία ἐπιβουλεύουσα διὰ τὴν αὑτῆς ἀπορίαν παιδίον ποιήσασθαι ἐκ τοῦ Πόρου, κατακλίνεταί <milestone unit="section" resp="Stephanus" n="203c"/> τε παρʼ αὐτῷ καὶ ἐκύησε τὸν ἔρωτα. διὸ δὴ καὶ τῆς Ἀφροδίτης ἀκόλουθος καὶ θεράπων γέγονεν ὁ Ἔρως, γεννηθεὶς ἐν τοῖς ἐκείνης γενεθλίοις, καὶ ἅμα φύσει ἐραστὴς ὢν περὶ τὸ καλὸν καὶ τῆς Ἀφροδίτης καλῆς οὔσης. ἅτε οὖν Πόρου καὶ Πενίας ὑὸς ὢν ὁ Ἔρως ἐν τοιαύτῃ τύχῃ καθέστηκεν. πρῶτον μὲν πένης ἀεί ἐστι, καὶ πολλοῦ δεῖ ἁπαλός τε καὶ καλός, οἷον οἱ πολλοὶ οἴονται, ἀλλὰ σκληρὸς <milestone unit="section" resp="Stephanus" n="203d"/> καὶ αὐχμηρὸς καὶ ἀνυπόδητος καὶ ἄοικος, χαμαιπετὴς ἀεὶ ὢν καὶ ἄστρωτος, ἐπὶ θύραις καὶ ἐν ὁδοῖς ὑπαίθριος κοιμώμενος, τὴν τῆς μητρὸς φύσιν ἔχων, ἀεὶ ἐνδείᾳ σύνοικος. κατὰ δὲ αὖ τὸν πατέρα ἐπίβουλός ἐστι τοῖς καλοῖς καὶ τοῖς ἀγαθοῖς, ἀνδρεῖος ὢν καὶ ἴτης καὶ σύντονος, θηρευτὴς δεινός, ἀεί τινας πλέκων μηχανάς, καὶ φρονήσεως ἐπιθυμητὴς καὶ πόριμος, φιλοσοφῶν διὰ παντὸς τοῦ βίου, δεινὸς γόης καὶ φαρμακεὺς καὶ σοφιστής· καὶ οὔτε ὡς <milestone unit="section" resp="Stephanus" n="203e"/> ἀθάνατος πέφυκεν οὔτε ὡς θνητός, ἀλλὰ τοτὲ μὲν τῆς αὐτῆς ἡμέρας θάλλει τε καὶ ζῇ, ὅταν εὐπορήσῃ, τοτὲ δὲ ἀποθνῄσκει, πάλιν δὲ ἀναβιώσκεται διὰ τὴν τοῦ πατρὸς φύσιν, τὸ δὲ ποριζόμενον ἀεὶ ὑπεκρεῖ, ὥστε οὔτε ἀπορεῖ Ἔρως ποτὲ οὔτε πλουτεῖ, σοφίας τε αὖ καὶ ἀμαθίας ἐν μέσῳ ἐστίν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="204"><p><said who="#Ἀπολλόδωρος" rend="merge"><milestone n="204" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="204a"/> ἔχει γὰρ ὧδε. θεῶν οὐδεὶς φιλοσοφεῖ οὐδʼ ἐπιθυμεῖ σοφὸς γενέσθαι—ἔστι γάρ—οὐδʼ εἴ τις ἄλλος σοφός, οὐ φιλοσοφεῖ. οὐδʼ αὖ οἱ ἀμαθεῖς φιλοσοφοῦσιν οὐδʼ ἐπιθυμοῦσι σοφοὶ γενέσθαι· αὐτὸ γὰρ τοῦτό ἐστι χαλεπὸν ἀμαθία, τὸ μὴ ὄντα καλὸν κἀγαθὸν μηδὲ φρόνιμον δοκεῖν αὑτῷ εἶναι ἱκανόν. οὔκουν ἐπιθυμεῖ ὁ μὴ οἰόμενος ἐνδεὴς εἶναι οὗ ἂν μὴ οἴηται ἐπιδεῖσθαι.
               <milestone unit="para" ed="P"/>τίνες οὖν, ἔφην ἐγώ, ὦ Διοτίμα, οἱ φιλοσοφοῦντες, εἰ μήτε οἱ σοφοὶ μήτε οἱ ἀμαθεῖς; <milestone unit="section" resp="Stephanus" n="204b"/>
               <milestone unit="para" ed="P"/>δῆλον δή, ἔφη, τοῦτό γε ἤδη καὶ παιδί, ὅτι οἱ μεταξὺ τούτων ἀμφοτέρων, ὧν ἂν εἴη καὶ ὁ Ἔρως. ἔστιν γὰρ δὴ τῶν καλλίστων ἡ σοφία, Ἔρως δʼ ἐστὶν ἔρως περὶ τὸ καλόν, ὥστε ἀναγκαῖον ἔρωτα φιλόσοφον εἶναι, φιλόσοφον δὲ ὄντα μεταξὺ εἶναι σοφοῦ καὶ ἀμαθοῦς. αἰτία δὲ αὐτῷ καὶ τούτων ἡ γένεσις· πατρὸς μὲν γὰρ σοφοῦ ἐστι καὶ εὐπόρου, μητρὸς δὲ οὐ σοφῆς καὶ ἀπόρου. ἡ μὲν οὖν φύσις τοῦ δαίμονος, ὦ φίλε Σώκρατες, αὕτη· ὃν δὲ σὺ ᾠήθης ἔρωτα <milestone unit="section" resp="Stephanus" n="204c"/> εἶναι, θαυμαστὸν οὐδὲν ἔπαθες. ᾠήθης δέ, ὡς ἐμοὶ δοκεῖ τεκμαιρομένῃ ἐξ ὧν σὺ λέγεις, τὸ ἐρώμενον ἔρωτα εἶναι, οὐ τὸ ἐρῶν· διὰ ταῦτά σοι οἶμαι πάγκαλος ἐφαίνετο ὁ Ἔρως. καὶ γὰρ ἔστι τὸ ἐραστὸν τὸ τῷ ὄντι καλὸν καὶ ἁβρὸν καὶ τέλεον καὶ μακαριστόν· τὸ δέ γε ἐρῶν ἄλλην ἰδέαν τοιαύτην ἔχον, οἵαν ἐγὼ διῆλθον.
               <milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον, εἶεν δή, ὦ ξένη, καλῶς γὰρ λέγεις· τοιοῦτος ὢν ὁ Ἔρως τίνα χρείαν ἔχει τοῖς ἀνθρώποις; <milestone unit="section" resp="Stephanus" n="204d"/>
               <milestone unit="para" ed="P"/>τοῦτο δὴ μετὰ ταῦτʼ, ἔφη, ὦ Σώκρατες, πειράσομαί σε διδάξαι. ἔστι μὲν γὰρ δὴ τοιοῦτος καὶ οὕτω γεγονὼς ὁ Ἔρως, ἔστι δὲ τῶν καλῶν, ὡς σὺ φῄς. εἰ δέ τις ἡμᾶς ἔροιτο· τί τῶν καλῶν ἐστιν ὁ Ἔρως, ὦ Σώκρατές τε καὶ Διοτίμα; ὧδε δὲ σαφέστερον· ἐρᾷ ὁ ἐρῶν τῶν καλῶν· τί ἐρᾷ;
               <milestone unit="para" ed="P"/>καὶ ἐγὼ εἶπον ὅτι γενέσθαι αὑτῷ.
               <milestone unit="para" ed="P"/>ἀλλʼ ἔτι ποθεῖ, ἔφη, ἡ ἀπόκρισις ἐρώτησιν τοιάνδε· τί ἔσται ἐκείνῳ ᾧ ἂν γένηται τὰ καλά;
               <milestone unit="para" ed="P"/>οὐ πάνυ ἔφην ἔτι ἔχειν ἐγὼ πρὸς ταύτην τὴν ἐρώτησιν προχείρως ἀποκρίνασθαι. <milestone unit="section" resp="Stephanus" n="204e"/>
              <milestone unit="para" ed="P"/>ἀλλʼ, ἔφη, ὥσπερ ἂν εἴ τις μεταβαλὼν ἀντὶ τοῦ καλοῦ τῷ ἀγαθῷ χρώμενος πυνθάνοιτο· φέρε, ὦ Σώκρατες, ἐρᾷ ὁ ἐρῶν τῶν ἀγαθῶν· τί ἐρᾷ;
               <milestone unit="para" ed="P"/>γενέσθαι, ἦν δʼ ἐγώ, αὑτῷ.
               <milestone unit="para" ed="P"/>καὶ τί ἔσται ἐκείνῳ ᾧ ἂν γένηται τἀγαθά;
               <milestone unit="para" ed="P"/>τοῦτʼ εὐπορώτερον, ἦν δʼ ἐγώ, ἔχω ἀποκρίνασθαι, ὅτι εὐδαίμων ἔσται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="205"><p><said who="#Ἀπολλόδωρος" rend="merge"><milestone n="205" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="205a"/><milestone unit="para" ed="P"/>κτήσει γάρ, ἔφη, ἀγαθῶν οἱ εὐδαίμονες εὐδαίμονες, καὶ οὐκέτι προσδεῖ ἐρέσθαι ἵνα τί δὲ βούλεται εὐδαίμων εἶναι ὁ βουλόμενος; ἀλλὰ τέλος δοκεῖ ἔχειν ἡ ἀπόκρισις.
          <milestone unit="para" ed="P"/>ἀληθῆ λέγεις, εἶπον ἐγώ.
          <milestone unit="para" ed="P"/>ταύτην δὴ τὴν βούλησιν καὶ τὸν ἔρωτα τοῦτον πότερα κοινὸν οἴει εἶναι πάντων ἀνθρώπων, καὶ πάντας τἀγαθὰ βούλεσθαι αὑτοῖς εἶναι ἀεί, ἢ πῶς λέγεις;
          <milestone unit="para" ed="P"/>οὕτως, ἦν δʼ ἐγώ· κοινὸν εἶναι πάντων.
          <milestone unit="para" ed="P"/>τί δὴ οὖν, ἔφη, ὦ Σώκρατες, οὐ πάντας ἐρᾶν φαμεν, <milestone unit="section" resp="Stephanus" n="205b"/> εἴπερ γε πάντες τῶν αὐτῶν ἐρῶσι καὶ ἀεί, ἀλλά τινάς φαμεν ἐρᾶν, τοὺς δʼ οὔ;
            <milestone unit="para" ed="P"/>θαυμάζω, ἦν δʼ ἐγώ, καὶ αὐτός.
            <milestone unit="para" ed="P"/>ἀλλὰ μὴ θαύμαζʼ, ἔφη· ἀφελόντες γὰρ ἄρα τοῦ ἔρωτός τι εἶδος ὀνομάζομεν, τὸ τοῦ ὅλου ἐπιτιθέντες ὄνομα, ἔρωτα, τὰ δὲ ἄλλα ἄλλοις καταχρώμεθα ὀνόμασιν.
            <milestone unit="para" ed="P"/>ὥσπερ τί; ἦν δʼ ἐγώ.
            <milestone unit="para" ed="P"/>ὥσπερ τόδε. οἶσθʼ ὅτι ποίησίς ἐστί τι πολύ· ἡ γάρ τοι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ ὂν ἰόντι ὁτῳοῦν αἰτία πᾶσά ἐστι <milestone unit="section" resp="Stephanus" n="205c"/> ποίησις, ὥστε καὶ αἱ ὑπὸ πάσαις ταῖς τέχναις ἐργασίαι ποιήσεις εἰσὶ καὶ οἱ τούτων δημιουργοὶ πάντες ποιηταί.
            <milestone unit="para" ed="P"/>ἀληθῆ λέγεις.
            <milestone unit="para" ed="P"/>ἀλλʼ ὅμως, ἦ δʼ ἥ, οἶσθʼ ὅτι οὐ καλοῦνται ποιηταὶ ἀλλὰ ἄλλα ἔχουσιν ὀνόματα, ἀπὸ δὲ πάσης τῆς ποιήσεως ἓν μόριον ἀφορισθὲν τὸ περὶ τὴν μουσικὴν καὶ τὰ μέτρα τῷ τοῦ ὅλου ὀνόματι προσαγορεύεται. ποίησις γὰρ τοῦτο μόνον καλεῖται, καὶ οἱ ἔχοντες τοῦτο τὸ μόριον τῆς ποιήσεως ποιηταί.
            <milestone unit="para" ed="P"/>ἀληθῆ λέγεις, ἔφην. <milestone unit="section" resp="Stephanus" n="205d"/>
            <milestone unit="para" ed="P"/>οὕτω τοίνυν καὶ περὶ τὸν ἔρωτα. τὸ μὲν κεφάλαιόν ἐστι πᾶσα ἡ τῶν ἀγαθῶν ἐπιθυμία καὶ τοῦ εὐδαιμονεῖν ὁ <quote type="prose">μέγιστός τε καὶ δολερὸς ἔρως</quote> παντί· ἀλλʼ οἱ μὲν ἄλλῃ τρεπόμενοι πολλαχῇ ἐπʼ αὐτόν, ἢ κατὰ χρηματισμὸν ἢ κατὰ φιλογυμναστίαν ἢ κατὰ φιλοσοφίαν, οὔτε ἐρᾶν καλοῦνται οὔτε ἐρασταί, οἱ δὲ κατὰ ἕν τι εἶδος ἰόντες τε καὶ ἐσπουδακότες τὸ τοῦ ὅλου ὄνομα ἴσχουσιν, ἔρωτά τε καὶ ἐρᾶν καὶ ἐρασταί.
            <milestone unit="para" ed="P"/>κινδυνεύεις ἀληθῆ, ἔφην ἐγώ, λέγειν.
            <milestone unit="para" ed="P"/>καὶ λέγεται μέν γέ τις, ἔφη, λόγος, ὡς οἳ ἂν τὸ ἥμισυ <milestone unit="section" resp="Stephanus" n="205e"/> ἑαυτῶν ζητῶσιν, οὗτοι ἐρῶσιν· ὁ δʼ ἐμὸς λόγος οὔτε ἡμίσεός φησιν εἶναι τὸν ἔρωτα οὔτε ὅλου, ἐὰν μὴ τυγχάνῃ γέ που, ὦ ἑταῖρε, ἀγαθὸν ὄν, ἐπεὶ αὑτῶν γε καὶ πόδας καὶ χεῖρας ἐθέλουσιν ἀποτέμνεσθαι οἱ ἄνθρωποι, ἐὰν αὐτοῖς δοκῇ τὰ ἑαυτῶν πονηρὰ εἶναι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="206"><p><said who="#Ἀπολλόδωρος" rend="merge">  
            οὐ γὰρ τὸ ἑαυτῶν οἶμαι ἕκαστοι ἀσπάζονται, εἰ μὴ εἴ τις τὸ μὲν ἀγαθὸν οἰκεῖον καλεῖ καὶ ἑαυτοῦ, τὸ δὲ κακὸν ἀλλότριον· ὡς οὐδέν γε ἄλλο ἐστὶν οὗ
            <milestone n="206" resp="Stephanus" unit="page"/><milestone unit="section" resp="Stephanus" n="206a"/> ἐρῶσιν ἅνθρωποι ἢ τοῦ ἀγαθοῦ. ἢ σοὶ δοκοῦσιν;
               <milestone unit="para" ed="P"/>μὰ Δίʼ οὐκ ἔμοιγε, ἦν δʼ ἐγώ.
               <milestone unit="para" ed="P"/>ἆρʼ οὖν, ἦ δʼ ἥ, οὕτως ἁπλοῦν ἐστι λέγειν ὅτι οἱ ἄνθρωποι τἀγαθοῦ ἐρῶσιν;
               <milestone unit="para" ed="P"/>ναί, ἔφην.
               <milestone unit="para" ed="P"/>τί δέ; οὐ προσθετέον, ἔφη, ὅτι καὶ εἶναι τὸ ἀγαθὸν αὑτοῖς ἐρῶσιν;
               <milestone unit="para" ed="P"/>προσθετέον.
               <milestone unit="para" ed="P"/>ἆρʼ οὖν, ἔφη, καὶ οὐ μόνον εἶναι, ἀλλὰ καὶ ἀεὶ εἶναι;
               <milestone unit="para" ed="P"/>καὶ τοῦτο προσθετέον.
               <milestone unit="para" ed="P"/>ἔστιν ἄρα συλλήβδην, ἔφη, ὁ ἔρως τοῦ τὸ ἀγαθὸν αὑτῷ εἶναι ἀεί.
               <milestone unit="para" ed="P"/>ἀληθέστατα, ἔφην ἐγώ, λέγεις.<milestone unit="section" resp="Stephanus" n="206b"/>
               <milestone unit="para" ed="P"/>ὅτε δὴ τοῦτο ὁ ἔρως ἐστὶν ἀεί, ἦ δʼ ἥ, τῶν τίνα τρόπον διωκόντων αὐτὸ καὶ ἐν τίνι πράξει ἡ σπουδὴ καὶ ἡ σύντασις ἔρως ἂν καλοῖτο; τί τοῦτο τυγχάνει ὂν τὸ ἔργον; ἔχεις εἰπεῖν;
               <milestone unit="para" ed="P"/>οὐ μεντἂν σέ, ἔφην ἐγώ, ὦ Διοτίμα, ἐθαύμαζον ἐπὶ σοφίᾳ καὶ ἐφοίτων παρὰ σὲ αὐτὰ ταῦτα μαθησόμενος.
               <milestone unit="para" ed="P"/>ἀλλὰ ἐγώ σοι, ἔφη, ἐρῶ. ἔστι γὰρ τοῦτο τόκος ἐν καλῷ καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν.
               <milestone unit="para" ed="P"/>μαντείας, ἦν δʼ ἐγώ, δεῖται ὅτι ποτε λέγεις, καὶ οὐ μανθάνω. <milestone unit="section" resp="Stephanus" n="206c"/>
               <milestone unit="para" ed="P"/>ἀλλʼ ἐγώ, ἦ δʼ ἥ, σαφέστερον ἐρῶ. κυοῦσιν γάρ, ἔφη, ὦ Σώκρατες, πάντες ἄνθρωποι καὶ κατὰ τὸ σῶμα καὶ κατὰ τὴν ψυχήν, καὶ ἐπειδὰν ἔν τινι ἡλικίᾳ γένωνται, τίκτειν ἐπιθυμεῖ ἡμῶν ἡ φύσις. τίκτειν δὲ ἐν μὲν αἰσχρῷ οὐ δύναται, ἐν δὲ τῷ καλῷ. ἡ γὰρ ἀνδρὸς καὶ γυναικὸς συνουσία τόκος ἐστίν. ἔστι δὲ τοῦτο θεῖον τὸ πρᾶγμα, καὶ τοῦτο ἐν θνητῷ ὄντι τῷ ζῴῳ ἀθάνατον ἔνεστιν, ἡ κύησις καὶ ἡ γέννησις. τὰ δὲ ἐν τῷ ἀναρμόστῳ ἀδύνατον γενέσθαι. <milestone unit="section" resp="Stephanus" n="206d"/> ἀνάρμοστον δʼ ἐστὶ τὸ αἰσχρὸν παντὶ τῷ θείῳ, τὸ δὲ καλὸν ἁρμόττον. Μοῖρα οὖν καὶ Εἰλείθυια ἡ Καλλονή ἐστι τῇ γενέσει. διὰ ταῦτα ὅταν μὲν καλῷ προσπελάζῃ τὸ κυοῦν, ἵλεών τε γίγνεται καὶ εὐφραινόμενον διαχεῖται καὶ τίκτει τε καὶ γεννᾷ· ὅταν δὲ αἰσχρῷ, σκυθρωπόν τε καὶ λυπούμενον συσπειρᾶται καὶ ἀποτρέπεται καὶ ἀνείλλεται καὶ οὐ γεννᾷ, ἀλλὰ ἴσχον τὸ κύημα χαλεπῶς φέρει. ὅθεν δὴ τῷ κυοῦντί τε καὶ ἤδη σπαργῶντι πολλὴ ἡ πτοίησις γέγονε <milestone unit="section" resp="Stephanus" n="206e"/> περὶ τὸ καλὸν διὰ τὸ μεγάλης ὠδῖνος ἀπολύειν τὸν ἔχοντα. ἔστιν γάρ, ὦ Σώκρατες, ἔφη, οὐ τοῦ καλοῦ ὁ ἔρως, ὡς σὺ οἴει.
               <milestone unit="para" ed="P"/>ἀλλὰ τί μήν;
               <milestone unit="para" ed="P"/>τῆς γεννήσεως καὶ τοῦ τόκου ἐν τῷ καλῷ.
               <milestone unit="para" ed="P"/>εἶεν, ἦν δʼ ἐγώ.</said></p></div></div></body></text></TEI>
        </passage>
    </reply>
</GetPassage>