Trachiniae, Sophocles, creator; Sophocles with an English translation Vol 2; Storr, Francis, 1839-1919, editor, translator; London, New York: William Heinemann Ltd., The Macmillan Company, 1913.
Made available under the Creative Commons Attribution 4.0 International License.
496
χωρεῖν προσελθόνθʼ ὧδε σὺν πολλῷ στόλῳ.
Χορός
497
μέγα τι σθένος ἁ Κύπρις ἐκφέρεται νίκας ἀεί.
498
καὶ τὰ μὲν θεῶν
500
παρέβαν, καὶ ὅπως Κρονίδαν ἀπάτασεν οὐ λέγω,
501
οὐδὲ τὸν ἔννυχον Ἅιδαν
502
ἢ Ποσειδάωνα τινάκτορα γαίας·
503
ἀλλʼ ἐπὶ τάνδʼ ἄρʼ ἄκοιτιν
504
τίνες ἀμφίγυοι κατέβαν πρὸ γάμων,
505
τίνες πάμπληκτα παγκόνιτά τʼ ἐξῆλθον ἄεθλʼ ἀγώνων;
Χορός
507
ὁ μὲν ἦν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου
508
φάσμα ταύρου,
510
Ἀχελῷος ἀπʼ Οἰνιαδᾶν, ὁ δὲ Βακχίας ἀπὸ
511
ἦλθε παλίντονα Θήβας
512
τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων,
513
παῖς Διός· οἳ τότʼ ἀολλεῖς
514
ἴσαν ἐς μέσον ἱέμενοι λεχέων·
515
μόνα δʼ εὔλεκτρος ἐν μέσῳ Κύπρις ῥαβδονόμει ξυνοῦσα.
Χορός
517
τότʼ ἦν χερός, ἦν δὲ τόξων πάταγος,
518
ταυρείων τʼ ἀνάμιγδα κεράτων·
520
ἦν δʼ ἀμφίπλεκτοι κλίμακες,
521
ἦν δὲ μετώπων ὀλόεντα
522
πλήγματα, καὶ στόνος ἀμφοῖν.
523
ἁ δʼ εὐῶπις ἁβρὰ
524
τηλαυγεῖ παρʼ ὄχθῳ
525
ἧστο, τὸν ὃν προσμένουσʼ ἀκοίταν.
526
ἀγὼν δὲ μαργᾷ μὲν οἷα φράζω·
527
τὸ δʼ ἀμφινείκητον ὄμμα νύμφας
528
ἐλεινὸν ἀμμένει·
529
κἀπὸ ματρὸς ἄφαρ βέβακεν,
530
ὥστε πόρτις ἐρήμα.