Trachiniae, Sophocles, creator; Sophocles with an English translation Vol 2; Storr, Francis, 1839-1919, editor, translator; London, New York: William Heinemann Ltd., The Macmillan Company, 1913.
Made available under the Creative Commons Attribution 4.0 International License.
91
πᾶσαν πυθέσθαι τῶνδʼ ἀλήθειαν πέρι.
Δηιάνειρα
92
χώρει νυν, ὦ παῖ· καὶ γὰρ ὑστέρῳ τό γʼ εὖ
93
πράσσειν, ἐπεὶ πύθοιτο, κέρδος ἐμπολᾷ.
Χορός
94
ὃν αἰόλα νὺξ ἐναριζομένα
95
τίκτει κατευνάζει τε, φλογιζόμενον
96
Ἅλιον Ἅλιον αἰτῶ
97
τοῦτο καρῦξαι, τὸν Ἀλκμήνας πόθι μοι πόθι παῖς
98
ναίει ποτʼ, ὦ λαμπρᾷ στεροπᾷ φλεγέθων,
100
ἢ ποντίας αὐλῶνος ἢ δισσαῖσιν ἀπείροις κλιθείς,
101
εἴπʼ, ὦ κρατιστεύων κατʼ ὄμμα.
Χορός
103
ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαι
104
τὰν ἀμφινεικῆ Δηιάνειραν ἀεί,
105
οἷά τινʼ ἄθλιον ὄρνιν,
106
οὔποτʼ εὐνάζειν ἀδακρύτων βλεφάρων πόθον, ἀλλʼ
107
εὔμναστον ἀνδρὸς δεῖμα τρέφουσαν ὁδοῦ
110
ἐνθυμίοις εὐναῖς ἀνανδρώτοισι τρύχεσθαι, κακὰν
111
δύστανον ἐλπίζουσαν αἶσαν.
Χορός
112
πολλὰ γὰρ ὥστʼ ἀκάμαντος ἢ νότου ἢ βορέα τις
113
κύματʼ ἂν εὐρέϊ πόντῳ βάντʼ ἐπιόντα τʼ ἴδοι,
114
οὕτῶ δὲ τὸν Καδμογενῆ στρέφει, τὸ δʼ αὔξει,
115
βιότου πολύπονον ὥσπερ πέλαγος
120
Κρήσιον. ἀλλά τις θεῶν αἰὲν ἀναμπλάκητον Ἅιδα
121
σφε δόμων ἐρύκει.
Χορός
122
ὧν ἐπιμεμφομένα σʼ αἰδοῖα μέν, ἀντία δʼ οἴσω.
125
φαμὶ γὰρ οὐκ ἀποτρύειν ἐλπίδα τὰν ἀγαθὰν
126
χρῆναί σʼ· ἀνάλγητα γὰρ οὐδʼ ὁ πάντα κραίνων βασιλεὺς ἐπέβαλε θνατοῖς
Κρονίδας·
127
ἀλλʼ ἐπὶ πῆμα καὶ χαρὰ πᾶσι κυκλοῦσιν, οἷον
130
ἄρκτου στροφάδες κέλευθοι.
131
μένει γὰρ οὔτʼ αἰόλα
Χορός
132
νὺξ βροτοῖσιν οὔτε κῆρες