Ichneutae, The Oxyrhynchus papyri Part 9 1174, Sophocles, creator; Grenfell, Bernard P. (Bernard Pyne), 1869-1926, creator; Hunt, Arthur S. (Arthur Surridge), 1871-1934, creator; Grenfell, Bernard P. (Bernard Pyne), 1869-1926, editor; Hunt, Arthur S. (Arthur Surridge), 1871-1934, editor
[κατὰ σπέ]ος δὲ παῖδʼ ἐφίτυσεν μόνον·
[τοῦτον δὲ] χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω·
[μητρὸς γ]ὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται·
[κἀδεστ]ὰ καὶ ποτῆτα καὶ κοιμήματα
275
[πρὸς σπ]αργάνοις μένουσα λικνῖτιν τροφὴν
[ἐξευθ]ετίζω νύκτα καὶ καθʼ ἡμέραν.
[ὁ δʼ α]ὔξεται κατʼ ἦμαρ οὐκ ἐπεικότα
[μέγι]στος, ὥστε θαῦμα καὶ φόβος μʼ ἔχει.
[οὔπω γ]ὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμέν[ο]ς
280
[γυίοι]ς ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν,
[κἀξορ]μενίζει κοὐκέτι σχολάζεται
[βλάστη·] τοιόνδε παῖδα θησαυρὸς στέγει.
[δυσεύρε]τός [τʼ ἔτʼ] ἐστι τοῦ πατρὸς θέσει.
[ἀφανεῖ δʼ ὃ πεύθῃ φ]θέγμα μηχανῇ βρέμ[ον
285
καὶ π[όλ]λʼ ἐθά]μβεις αὐτὸ]ς, ἡμέρᾳ μιᾳ
ἐξ ὑπτίας κ[ίστη γʼ ἐμηχ]ανήσατο·
τοιόνδε θη[ρὸς ἐκ θανόντ]ος ἡδονῆς
ἔμμεστον α[γγος εὗρε κ]αὶ κάτω δ[ονεῖ.]
Χορός
290
ἄφραστ[ο ...] παῖς βοῆς
παιδο[...]μαζεις[
θηρευμ[α ... ]λέγεις
φώνημ[α ... ]σεθου[
τόνδʼ αφ[... ]ον[
295
τως ἐξεφ[... ]
ροντʼ ἄπα[ ... ] ἐ[κ θανόν-
12
τος πορίζειν τοιάνδε γῆρυν.
Κυλλήνη
μὴ νῦν ἀπίστει· πιστὰ γάρ σε προσγελᾷ θεᾶς ἔπη.
Χορός
300
καὶ πῶς πίθωμαι τοῦ θανόντος φθέγμα τοιοῦτον βρέμειν;
Κυλλήνη
πιθοῦ· θανὼν γὰρ ἔσχε φωνήν, ζῶν δʼ ἄναυδος ἦν ὁ θήρ.
Χορός
ποῖός τις ἦν εἶδος; πρ[ο]μήκης, ἢ ʼπίκυρτος, ἢ βραχύς;