Ichneutae, The Oxyrhynchus papyri Part 9 1174, Sophocles, creator; Grenfell, Bernard P. (Bernard Pyne), 1869-1926, creator; Hunt, Arthur S. (Arthur Surridge), 1871-1934, creator; Grenfell, Bernard P. (Bernard Pyne), 1869-1926, editor; Hunt, Arthur S. (Arthur Surridge), 1871-1934, editor
ῥινηλατῶν ὀσμ[αῖσι
95
αὔρας ἐάν πῃ πρ[ ... [*]at most 15 ll.]
διπλοῦς ὀκλάζω[ν ...
ὕποσμος ἐν χρῷ [ ... [*]at most 15 ll.]
οὕτως ἔρευναν καὶ π[...]
ἅπαντα χρηστὰ κα[ὶ ...τε]λεῖν.
Ἡμιχορός α
100
θεὸς θεὸς θεὸς θεός· ἔα [ἔα·
ἔχειν ἔοιγμεν· ἴσχε, μὴ συρ...τει.
Ἡμιχ. β
ταῦτʼ ἔστʼ ἐκεῖνα· τῶν βοῶν τ[ὰ] σήματα.
Ἡμιχ. α
σίγ[α]· θεός τις τὴν ἀποι[κία]ν ἄγει.
Ἡμιχ. β
τί δρῶμεν, ὦ τᾶν; ἦ τὸ δέον [ἐξ]ήνομεν;
Ἡμιχ. α
105
τί; τοῖς[ι] ταύτῃ πῶς δοκεῖ;
Ἡμιχ. β
δοκεῖ πάνυ.
σαφῆ [γ]ὰρ αὔθʼ ἕκαστα σημαίνει τάδε.
Ἡμιχ. α
ἰδοὺ ἰδού·
καὶ τοὐπίσημον αὐτὸ τῶν ὁπλῶν πάλι[ν.
Ἡμιχ. β
ἄθρει μάλα.
110
αὔτʼ ἐστι τοῦτο μέτρον [ἐ]κμε...[τρού]μ[ε]νον.
Ἡμιχ. α
χ[ώ]ρει δρόμῳ καὶ τα[...]ν ἔχου
...οπ[...][...]μενος
5
ῥοίβδημʼ ἐάν τι τῶν [βοῶν δ]ιʼ οὖς [λάβῃ
Ἡμιχ. β
οὐκ εἰσακούω πω [τορῶ]ς τοῦ φθ[έγ]ματος.
115
ἀλλʼ αὐτὰ μὴν ἴχ[νη τε] χὠ στίβος τάδε
κείνων ἐναργῆ τῶν β[ο]ῶν μαθεῖν πάρα.
Ἡμιχ. α
ἔα μάλα·
παλινστραφῆ τοι ναὶ μὰ Δία τὰ βήματα
εἰς τοὔμπαλιν δέδορκεν αὐ· τάδʼ εἴσιδε.
120
τί ἐστὶ τουτί; τίς ὁ τρόχος τοῦ τάγματ[ος;
εἰς τοὐπίσω τὰ πρόσθεν ἤλλακται, τὰ δʼ αὖ
ἐναντίʼ ἀλλήλοισι συμπ[επλεγ]μένα·