Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
ὣς οἳ μὲν μάρναντο δέμας πυρὸς αἰθομένοιο,
2
Ἀντίλοχος δ᾽ Ἀχιλῆϊ πόδας ταχὺς ἄγγελος ἦλθε.
3
τὸν δ᾽ εὗρε προπάροιθε νεῶν ὀρθοκραιράων
4
τὰ φρονέοντ᾽ ἀνὰ θυμὸν ἃ δὴ τετελεσμένα ἦεν:
5
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
6
ὤ μοι ἐγώ , τί τ᾽ ἄρ᾽ αὖτε κάρη κομόωντες Ἀχαιοὶ
7
νηυσὶν ἔπι κλονέονται ἀτυζόμενοι πεδίοιο;
8
μὴ δή μοι τελέσωσι θεοὶ κακὰ κήδεα θυμῷ,
9
ὥς ποτέ μοι μήτηρ διεπέφραδε καί μοι ἔειπε
10
Μυρμιδόνων τὸν ἄριστον ἔτι ζώοντος ἐμεῖο
11
χερσὶν ὕπο Τρώων λείψειν φάος ἠελίοιο.
12
ἦ μάλα δὴ τέθνηκε Μενοιτίου ἄλκιμος υἱὸς
13
σχέτλιος : ἦ τ᾽ ἐκέλευον ἀπωσάμενον δήϊον πῦρ
14
ἂψ ἐπὶ νῆας ἴμεν , μηδ᾽ Ἕκτορι ἶφι μάχεσθαι.
15
εἷος ὃ ταῦθ᾽ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
16
τόφρά οἱ ἐγγύθεν ἦλθεν ἀγαυοῦ Νέστορος υἱὸς
17
δάκρυα θερμὰ χέων , φάτο δ᾽ ἀγγελίην ἀλεγεινήν:
18
ὤ μοι Πηλέος υἱὲ δαΐφρονος ἦ μάλα λυγρῆς
19
πεύσεαι ἀγγελίης , ἣ μὴ ὤφελλε γενέσθαι.
20
κεῖται Πάτροκλος , νέκυος δὲ δὴ ἀμφιμάχονται
21
γυμνοῦ : ἀτὰρ τά γε τεύχε᾽ ἔχει κορυθαίολος Ἕκτωρ.
22
ὣς φάτο , τὸν δ᾽ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα:
23
ἀμφοτέρῃσι δὲ χερσὶν ἑλὼν κόνιν αἰθαλόεσσαν
24
χεύατο κὰκ κεφαλῆς , χαρίεν δ᾽ ᾔσχυνε πρόσωπον:
25
νεκταρέῳ δὲ χιτῶνι μέλαιν᾽ ἀμφίζανε τέφρη.
26
αὐτὸς δ᾽ ἐν κονίῃσι μέγας μεγαλωστὶ τανυσθεὶς
27
κεῖτο , φίλῃσι δὲ χερσὶ κόμην ᾔσχυνε δαΐζων.
28
δμῳαὶ δ᾽ ἃς Ἀχιλεὺς ληΐσσατο Πάτροκλός τε
29
θυμὸν ἀκηχέμεναι μεγάλ᾽ ἴαχον , ἐκ δὲ θύραζε
30
ἔδραμον ἀμφ᾽ Ἀχιλῆα δαΐφρονα , χερσὶ δὲ πᾶσαι
31
στήθεα πεπλήγοντο , λύθεν δ᾽ ὑπὸ γυῖα ἑκάστης.
32
Ἀντίλοχος δ᾽ ἑτέρωθεν ὀδύρετο δάκρυα λείβων
33
χεῖρας ἔχων Ἀχιλῆος : ὃ δ᾽ ἔστενε κυδάλιμον κῆρ:
34
δείδιε γὰρ μὴ λαιμὸν ἀπαμήσειε σιδήρῳ.
35
σμερδαλέον δ᾽ ᾤμωξεν : ἄκουσε δὲ πότνια μήτηρ
36
ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι,
37
κώκυσέν τ᾽ ἄρ᾽ ἔπειτα : θεαὶ δέ μιν ἀμφαγέροντο
38
πᾶσαι ὅσαι κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
39
ἔνθ᾽ ἄρ᾽ ἔην Γλαύκη τε Θάλειά τε Κυμοδόκη τε
40
Νησαίη Σπειώ τε Θόη θ᾽ Ἁλίη τε βοῶπις
41
Κυμοθόη τε καὶ Ἀκταίη καὶ Λιμνώρεια
42
καὶ Μελίτη καὶ Ἴαιρα καὶ Ἀμφιθόη καὶ Ἀγαυὴ
43
Δωτώ τε Πρωτώ τε Φέρουσά τε Δυναμένη τε
44
Δεξαμένη τε καὶ Ἀμφινόμη καὶ Καλλιάνειρα
45
Δωρὶς καὶ Πανόπη καὶ ἀγακλειτὴ Γαλάτεια
46
Νημερτής τε καὶ Ἀψευδὴς καὶ Καλλιάνασσα:
47
ἔνθα δ᾽ ἔην Κλυμένη Ἰάνειρά τε καὶ Ἰάνασσα
48
Μαῖρα καὶ Ὠρείθυια ἐϋπλόκαμός τ᾽ Ἀμάθεια
49
ἄλλαι θ᾽ αἳ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἦσαν.
50
τῶν δὲ καὶ ἀργύφεον πλῆτο σπέος : αἳ δ᾽ ἅμα πᾶσαι
51
στήθεα πεπλήγοντο , Θέτις δ᾽ ἐξῆρχε γόοιο:
52
κλῦτε κασίγνηται Νηρηΐδες , ὄφρ᾽ ἐῢ πᾶσαι
53
εἴδετ᾽ ἀκούουσαι ὅσ᾽ ἐμῷ ἔνι κήδεα θυμῷ.
54
ὤ μοι ἐγὼ δειλή , ὤ μοι δυσαριστοτόκεια,
55
ἥ τ᾽ ἐπεὶ ἂρ τέκον υἱὸν ἀμύμονά τε κρατερόν τε
56
ἔξοχον ἡρώων : ὃ δ᾽ ἀνέδραμεν ἔρνεϊ ἶσος:
57
τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς
58
νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
59
Τρωσὶ μαχησόμενον : τὸν δ᾽ οὐχ ὑποδέξομαι αὖτις
60
οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
61
ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
62
ἄχνυται , οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
63
ἀλλ᾽ εἶμ᾽ , ὄφρα ἴδωμι φίλον τέκος , ἠδ᾽ ἐπακούσω
64
ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.
65
ὣς ἄρα φωνήσασα λίπε σπέος : αἳ δὲ σὺν αὐτῇ
66
δακρυόεσσαι ἴσαν , περὶ δέ σφισι κῦμα θαλάσσης
67
ῥήγνυτο : ταὶ δ᾽ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο
68
ἀκτὴν εἰσανέβαινον ἐπισχερώ , ἔνθα θαμειαὶ
69
Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφ᾽ Ἀχιλῆα.
70
τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,
71
ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,
72
καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
73
τέκνον τί κλαίεις ; τί δέ σε φρένας ἵκετο πένθος;
74
ἐξαύδα , μὴ κεῦθε : τὰ μὲν δή τοι τετέλεσται
75
ἐκ Διός , ὡς ἄρα δὴ πρίν γ᾽ εὔχεο χεῖρας ἀνασχὼν
76
πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν
77
σεῦ ἐπιδευομένους , παθέειν τ᾽ ἀεκήλια ἔργα.
78
τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
79
μῆτερ ἐμή , τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν:
80
ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθ᾽ ἑταῖρος
81
Πάτροκλος , τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων
82
ἶσον ἐμῇ κεφαλῇ ; τὸν ἀπώλεσα , τεύχεα δ᾽ Ἕκτωρ
83
δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι
84
καλά : τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
85
ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.
86
αἴθ᾽ ὄφελες σὺ μὲν αὖθι μετ᾽ ἀθανάτῃς ἁλίῃσι
87
ναίειν , Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.
88
νῦν δ᾽ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη
89
παιδὸς ἀποφθιμένοιο , τὸν οὐχ ὑποδέξεαι αὖτις
90
οἴκαδε νοστήσαντ᾽ , ἐπεὶ οὐδ᾽ ἐμὲ θυμὸς ἄνωγε
91
ζώειν οὐδ᾽ ἄνδρεσσι μετέμμεναι , αἴ κε μὴ Ἕκτωρ
92
πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,
93
Πατρόκλοιο δ᾽ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.
94
τὸν δ᾽ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα:
95
ὠκύμορος δή μοι τέκος ἔσσεαι , οἷ᾽ ἀγορεύεις:
96
αὐτίκα γάρ τοι ἔπειτα μεθ᾽ Ἕκτορα πότμος ἑτοῖμος.
97
τὴν δὲ μέγ᾽ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
98
αὐτίκα τεθναίην , ἐπεὶ οὐκ ἄρ᾽ ἔμελλον ἑταίρῳ
99
κτεινομένῳ ἐπαμῦναι : ὃ μὲν μάλα τηλόθι πάτρης
100
ἔφθιτ᾽ , ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.
101
νῦν δ᾽ ἐπεὶ οὐ νέομαί γε φίλην ἐς πατρίδα γαῖαν,
102
οὐδέ τι Πατρόκλῳ γενόμην φάος οὐδ᾽ ἑτάροισι
103
τοῖς ἄλλοις , οἳ δὴ πολέες δάμεν Ἕκτορι δίῳ,
104
ἀλλ᾽ ἧμαι παρὰ νηυσὶν ἐτώσιον ἄχθος ἀρούρης,
105
τοῖος ἐὼν οἷος οὔ τις Ἀχαιῶν χαλκοχιτώνων
106
ἐν πολέμῳ : ἀγορῇ δέ τ᾽ ἀμείνονές εἰσι καὶ ἄλλοι.
107
ὡς ἔρις ἔκ τε θεῶν ἔκ τ᾽ ἀνθρώπων ἀπόλοιτο
108
καὶ χόλος , ὅς τ᾽ ἐφέηκε πολύφρονά περ χαλεπῆναι,
109
ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο
110
ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός:
111
ὡς ἐμὲ νῦν ἐχόλωσεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
112
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ,
113
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ:
114
νῦν δ᾽ εἶμ᾽ ὄφρα φίλης κεφαλῆς ὀλετῆρα κιχείω
115
Ἕκτορα : κῆρα δ᾽ ἐγὼ τότε δέξομαι ὁππότε κεν δὴ
116
Ζεὺς ἐθέλῃ τελέσαι ἠδ᾽ ἀθάνατοι θεοὶ ἄλλοι.
117
οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος φύγε κῆρα,
118
ὅς περ φίλτατος ἔσκε Διὶ Κρονίωνι ἄνακτι:
119
ἀλλά ἑ μοῖρα δάμασσε καὶ ἀργαλέος χόλος Ἥρης.
120
ὣς καὶ ἐγών , εἰ δή μοι ὁμοίη μοῖρα τέτυκται,
121
κείσομ᾽ ἐπεί κε θάνω : νῦν δὲ κλέος ἐσθλὸν ἀροίμην,
122
καί τινα Τρωϊάδων καὶ Δαρδανίδων βαθυκόλπων
123
ἀμφοτέρῃσιν χερσὶ παρειάων ἁπαλάων
124
δάκρυ᾽ ὀμορξαμένην ἁδινὸν στοναχῆσαι ἐφείην,
125
γνοῖεν δ᾽ ὡς δὴ δηρὸν ἐγὼ πολέμοιο πέπαυμαι:
126
μὴ δέ μ᾽ ἔρυκε μάχης φιλέουσά περ : οὐδέ με πείσεις.
127
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα:
128
ναὶ δὴ ταῦτά γε τέκνον ἐτήτυμον οὐ κακόν ἐστι
129
τειρομένοις ἑτάροισιν ἀμυνέμεν αἰπὺν ὄλεθρον.
130
ἀλλά τοι ἔντεα καλὰ μετὰ Τρώεσσιν ἔχονται
131
χάλκεα μαρμαίροντα : τὰ μὲν κορυθαίολος Ἕκτωρ
132
αὐτὸς ἔχων ὤμοισιν ἀγάλλεται : οὐδέ ἕ φημι
133
δηρὸν ἐπαγλαϊεῖσθαι , ἐπεὶ φόνος ἐγγύθεν αὐτῷ.
134
ἀλλὰ σὺ μὲν μή πω καταδύσεο μῶλον Ἄρηος
135
πρίν γ᾽ ἐμὲ δεῦρ᾽ ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδηαι:
136
ἠῶθεν γὰρ νεῦμαι ἅμ᾽ ἠελίῳ ἀνιόντι
137
τεύχεα καλὰ φέρουσα παρ᾽ Ἡφαίστοιο ἄνακτος.
138
ὣς ἄρα φωνήσασα πάλιν τράπεθ᾽ υἷος ἑοῖο,
139
καὶ στρεφθεῖσ᾽ ἁλίῃσι κασιγνήτῃσι μετηύδα:
140
ὑμεῖς μὲν νῦν δῦτε θαλάσσης εὐρέα κόλπον
141
ὀψόμεναί τε γέρονθ᾽ ἅλιον καὶ δώματα πατρός,
142
καί οἱ πάντ᾽ ἀγορεύσατ᾽ : ἐγὼ δ᾽ ἐς μακρὸν Ὄλυμπον
143
εἶμι παρ᾽ Ἥφαιστον κλυτοτέχνην , αἴ κ᾽ ἐθέλῃσιν
144
υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.
145
ὣς ἔφαθ᾽ , αἳ δ᾽ ὑπὸ κῦμα θαλάσσης αὐτίκ᾽ ἔδυσαν:
146
ἣ δ᾽ αὖτ᾽ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα
147
ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχε᾽ ἐνείκαι.
148
τὴν μὲν ἄρ᾽ Οὔλυμπον δὲ πόδες φέρον : αὐτὰρ Ἀχαιοὶ
149
θεσπεσίῳ ἀλαλητῷ ὑφ᾽ Ἕκτορος ἀνδροφόνοιο
150
φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.
151
οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ
152
ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντ᾽ Ἀχιλῆος:
153
αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι
154
Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.
155
τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ
156
ἑλκέμεναι μεμαώς , μέγα δὲ Τρώεσσιν ὁμόκλα:
157
τρὶς δὲ δύ᾽ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν
158
νεκροῦ ἀπεστυφέλιξαν : ὃ δ᾽ ἔμπεδον ἀλκὶ πεποιθὼς
159
ἄλλοτ᾽ ἐπαΐξασκε κατὰ μόθον , ἄλλοτε δ᾽ αὖτε
160
στάσκε μέγα ἰάχων : ὀπίσω δ᾽ οὐ χάζετο πάμπαν.
161
ὡς δ᾽ ἀπὸ σώματος οὔ τι λέοντ᾽ αἴθωνα δύνανται
162
ποιμένες ἄγραυλοι μέγα πεινάοντα δίεσθαι,
163
ὥς ῥα τὸν οὐκ ἐδύναντο δύω Αἴαντε κορυστὰ
164
Ἕκτορα Πριαμίδην ἀπὸ νεκροῦ δειδίξασθαι.
165
καί νύ κεν εἴρυσσέν τε καὶ ἄσπετον ἤρατο κῦδος,
166
εἰ μὴ Πηλεΐωνι ποδήνεμος ὠκέα Ἶρις
167
ἄγγελος ἦλθε θέουσ᾽ ἀπ᾽ Ὀλύμπου θωρήσσεσθαι
168
κρύβδα Διὸς ἄλλων τε θεῶν : πρὸ γὰρ ἧκέ μιν Ἥρη.
169
ἀγχοῦ δ᾽ ἱσταμένη ἔπεα πτερόεντα προσηύδα:
170
ὄρσεο Πηλεΐδη , πάντων ἐκπαγλότατ᾽ ἀνδρῶν:
171
Πατρόκλῳ ἐπάμυνον , οὗ εἵνεκα φύλοπις αἰνὴ
172
ἕστηκε πρὸ νεῶν : οἳ δ᾽ ἀλλήλους ὀλέκουσιν
173
οἳ μὲν ἀμυνόμενοι νέκυος πέρι τεθνηῶτος,
174
οἳ δὲ ἐρύσσασθαι ποτὶ Ἴλιον ἠνεμόεσσαν
175
Τρῶες ἐπιθύουσι : μάλιστα δὲ φαίδιμος Ἕκτωρ
176
ἑλκέμεναι μέμονεν : κεφαλὴν δέ ἑ θυμὸς ἄνωγε
177
πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθ᾽ ἁπαλῆς ἀπὸ δειρῆς.
178
ἀλλ᾽ ἄνα μηδ᾽ ἔτι κεῖσο : σέβας δέ σε θυμὸν ἱκέσθω
179
Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι:
180
σοὶ λώβη , αἴ κέν τι νέκυς ᾐσχυμμένος ἔλθῃ.
181
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς:
182
Ἶρι θεὰ τίς γάρ σε θεῶν ἐμοὶ ἄγγελον ἧκε;
183
τὸν δ᾽ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις:
184
Ἥρη με προέηκε Διὸς κυδρὴ παράκοιτις:
185
οὐδ᾽ οἶδε Κρονίδης ὑψίζυγος οὐδέ τις ἄλλος
186
ἀθανάτων , οἳ Ὄλυμπον ἀγάννιφον ἀμφινέμονται.
187
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
188
πῶς τὰρ ἴω μετὰ μῶλον ; ἔχουσι δὲ τεύχε᾽ ἐκεῖνοι:
189
μήτηρ δ᾽ οὔ με φίλη πρίν γ᾽ εἴα θωρήσσεσθαι
190
πρίν γ᾽ αὐτὴν ἐλθοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι:
191
στεῦτο γὰρ Ἡφαίστοιο πάρ᾽ οἰσέμεν ἔντεα καλά.
192
ἄλλου δ᾽ οὔ τευ οἶδα τεῦ ἂν κλυτὰ τεύχεα δύω,
193
εἰ μὴ Αἴαντός γε σάκος Τελαμωνιάδαο.
194
ἀλλὰ καὶ αὐτὸς ὅ γ᾽ ἔλπομ᾽ ἐνὶ πρώτοισιν ὁμιλεῖ
195
ἔγχεϊ δηϊόων περὶ Πατρόκλοιο θανόντος.
196
τὸν δ᾽ αὖτε προσέειπε ποδήνεμος ὠκέα Ἶρις:
197
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι κλυτὰ τεύχε᾽ ἔχονται:
198
ἀλλ᾽ αὔτως ἐπὶ τάφρον ἰὼν Τρώεσσι φάνηθι,
199
αἴ κέ σ᾽ ὑποδείσαντες ἀπόσχωνται πολέμοιο
200
Τρῶες , ἀναπνεύσωσι δ᾽ ἀρήϊοι υἷες Ἀχαιῶν
201
τειρόμενοι : ὀλίγη δέ τ᾽ ἀνάπνευσις πολέμοιο.
202
ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πόδας ὠκέα Ἶρις,
203
αὐτὰρ Ἀχιλλεὺς ὦρτο Διῒ φίλος : ἀμφὶ δ᾽ Ἀθήνη
204
ὤμοις ἰφθίμοισι βάλ᾽ αἰγίδα θυσσανόεσσαν,
205
ἀμφὶ δέ οἱ κεφαλῇ νέφος ἔστεφε δῖα θεάων
206
χρύσεον , ἐκ δ᾽ αὐτοῦ δαῖε φλόγα παμφανόωσαν.
207
ὡς δ᾽ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέρ᾽ ἵκηται
208
τηλόθεν ἐκ νήσου , τὴν δήϊοι ἀμφιμάχωνται,
209
οἵ τε πανημέριοι στυγερῷ κρίνονται Ἄρηϊ
210
ἄστεος ἐκ σφετέρου : ἅμα δ᾽ ἠελίῳ καταδύντι
211
πυρσοί τε φλεγέθουσιν ἐπήτριμοι , ὑψόσε δ᾽ αὐγὴ
212
γίγνεται ἀΐσσουσα περικτιόνεσσιν ἰδέσθαι,
213
αἴ κέν πως σὺν νηυσὶν ἄρεω ἀλκτῆρες ἵκωνται:
214
ὣς ἀπ᾽ Ἀχιλλῆος κεφαλῆς σέλας αἰθέρ᾽ ἵκανε:
215
στῆ δ᾽ ἐπὶ τάφρον ἰὼν ἀπὸ τείχεος , οὐδ᾽ ἐς Ἀχαιοὺς
216
μίσγετο : μητρὸς γὰρ πυκινὴν ὠπίζετ᾽ ἐφετμήν.
217
ἔνθα στὰς ἤϋσ᾽ , ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη
218
φθέγξατ᾽ : ἀτὰρ Τρώεσσιν ἐν ἄσπετον ὦρσε κυδοιμόν.
219
ὡς δ᾽ ὅτ᾽ ἀριζήλη φωνή , ὅτε τ᾽ ἴαχε σάλπιγξ
220
ἄστυ περιπλομένων δηΐων ὕπο θυμοραϊστέων,
221
ὣς τότ᾽ ἀριζήλη φωνὴ γένετ᾽ Αἰακίδαο.
222
οἳ δ᾽ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,
223
πᾶσιν ὀρίνθη θυμός : ἀτὰρ καλλίτριχες ἵπποι
224
ἂψ ὄχεα τρόπεον : ὄσσοντο γὰρ ἄλγεα θυμῷ.
225
ἡνίοχοι δ᾽ ἔκπληγεν , ἐπεὶ ἴδον ἀκάματον πῦρ
226
δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος
227
δαιόμενον : τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.
228
τρὶς μὲν ὑπὲρ τάφρου μεγάλ᾽ ἴαχε δῖος Ἀχιλλεύς,
229
τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τ᾽ ἐπίκουροι.
230
ἔνθα δὲ καὶ τότ᾽ ὄλοντο δυώδεκα φῶτες ἄριστοι
231
ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν . αὐτὰρ Ἀχαιοὶ
232
ἀσπασίως Πάτροκλον ὑπ᾽ ἐκ βελέων ἐρύσαντες
233
κάτθεσαν ἐν λεχέεσσι : φίλοι δ᾽ ἀμφέσταν ἑταῖροι
234
μυρόμενοι : μετὰ δέ σφι ποδώκης εἵπετ᾽ Ἀχιλλεὺς
235
δάκρυα θερμὰ χέων , ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον
236
κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,
237
τόν ῥ᾽ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν
238
ἐς πόλεμον , οὐδ᾽ αὖτις ἐδέξατο νοστήσαντα.
239
Ἠέλιον δ᾽ ἀκάμαντα βοῶπις πότνια Ἥρη
240
πέμψεν ἐπ᾽ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι:
241
ἠέλιος μὲν ἔδυ , παύσαντο δὲ δῖοι Ἀχαιοὶ
242
φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.
243
Τρῶες δ᾽ αὖθ᾽ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης
244
χωρήσαντες ἔλυσαν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους,
245
ἐς δ᾽ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.
246
ὀρθῶν δ᾽ ἑσταότων ἀγορὴ γένετ᾽ , οὐδέ τις ἔτλη
247
ἕζεσθαι : πάντας γὰρ ἔχε τρόμος , οὕνεκ᾽ Ἀχιλλεὺς
248
ἐξεφάνη , δηρὸν δὲ μάχης ἐπέπαυτ᾽ ἀλεγεινῆς.
249
τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχ᾽ ἀγορεύειν
250
Πανθοΐδης : ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω:
251
Ἕκτορι δ᾽ ἦεν ἑταῖρος , ἰῇ δ᾽ ἐν νυκτὶ γένοντο,
252
ἀλλ᾽ ὃ μὲν ἂρ μύθοισιν , ὃ δ᾽ ἔγχεϊ πολλὸν ἐνίκα:
253
ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν:
254
ἀμφὶ μάλα φράζεσθε φίλοι : κέλομαι γὰρ ἔγωγε
255
ἄστυδε νῦν ἰέναι , μὴ μίμνειν ἠῶ δῖαν
256
ἐν πεδίῳ παρὰ νηυσίν : ἑκὰς δ᾽ ἀπὸ τείχεός εἰμεν.
257
ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ
258
τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί:
259
χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων
260
ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.
261
νῦν δ᾽ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα:
262
οἷος κείνου θυμὸς ὑπέρβιος , οὐκ ἐθελήσει
263
μίμνειν ἐν πεδίῳ , ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ
264
ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,
265
ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.
266
ἀλλ᾽ ἴομεν προτὶ ἄστυ , πίθεσθέ μοι : ὧδε γὰρ ἔσται:
267
νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα
268
ἀμβροσίη : εἰ δ᾽ ἄμμε κιχήσεται ἐνθάδ᾽ ἐόντας
269
αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν , εὖ νύ τις αὐτὸν
270
γνώσεται : ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν
271
ὅς κε φύγῃ , πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται
272
Τρώων : αἲ γὰρ δή μοι ἀπ᾽ οὔατος ὧδε γένοιτο.
273
εἰ δ᾽ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,
274
νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν , ἄστυ δὲ πύργοι
275
ὑψηλαί τε πύλαι σανίδες τ᾽ ἐπὶ τῇς ἀραρυῖαι
276
μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται:
277
πρῶϊ δ᾽ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
278
στησόμεθ᾽ ἂμ πύργους : τῷ δ᾽ ἄλγιον , αἴ κ᾽ ἐθέλῃσιν
279
ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.
280
ἂψ πάλιν εἶσ᾽ ἐπὶ νῆας , ἐπεί κ᾽ ἐριαύχενας ἵππους
281
παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων:
282
εἴσω δ᾽ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,
283
οὐδέ ποτ᾽ ἐκπέρσει : πρίν μιν κύνες ἀργοὶ ἔδονται.
284
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ:
285
Πουλυδάμα σὺ μὲν οὐκέτ᾽ ἐμοὶ φίλα ταῦτ᾽ ἀγορεύεις,
286
ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.
287
ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;
288
πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι
289
πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον:
290
νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,
291
πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν
292
κτήματα περνάμεν᾽ ἵκει , ἐπεὶ μέγας ὠδύσατο Ζεύς.
293
νῦν δ᾽ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω
294
κῦδος ἀρέσθ᾽ ἐπὶ νηυσί , θαλάσσῃ τ᾽ ἔλσαι Ἀχαιούς,
295
νήπιε μηκέτι ταῦτα νοήματα φαῖν᾽ ἐνὶ δήμῳ:
296
οὐ γάρ τις Τρώων ἐπιπείσεται : οὐ γὰρ ἐάσω.
297
ἀλλ᾽ ἄγεθ᾽ ὡς ἂν ἐγὼ εἴπω , πειθώμεθα πάντες.
298
νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,
299
καὶ φυλακῆς μνήσασθε , καὶ ἐγρήγορθε ἕκαστος:
300
Τρώων δ᾽ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,
301
συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι:
302
τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν ἤ περ Ἀχαιούς.
303
πρῶϊ δ᾽ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
304
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
305
εἰ δ᾽ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,
306
ἄλγιον αἴ κ᾽ ἐθέλῃσι τῷ ἔσσεται : οὔ μιν ἔγωγε
307
φεύξομαι ἐκ πολέμοιο δυσηχέος , ἀλλὰ μάλ᾽ ἄντην
308
στήσομαι , ἤ κε φέρῃσι μέγα κράτος , ἦ κε φεροίμην.
309
ξυνὸς Ἐνυάλιος , καί τε κτανέοντα κατέκτα.
310
ὣς Ἕκτωρ ἀγόρευ᾽ , ἐπὶ δὲ Τρῶες κελάδησαν
311
νήπιοι : ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.
312
Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,
313
Πουλυδάμαντι δ᾽ ἄρ᾽ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.
314
δόρπον ἔπειθ᾽ εἵλοντο κατὰ στρατόν : αὐτὰρ Ἀχαιοὶ
315
παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.
316
τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
317
χεῖρας ἐπ᾽ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου
318
πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,
319
ᾧ ῥά θ᾽ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ
320
ὕλης ἐκ πυκινῆς : ὃ δέ τ᾽ ἄχνυται ὕστερος ἐλθών,
321
πολλὰ δέ τ᾽ ἄγκε᾽ ἐπῆλθε μετ᾽ ἀνέρος ἴχνι᾽ ἐρευνῶν
322
εἴ ποθεν ἐξεύροι : μάλα γὰρ δριμὺς χόλος αἱρεῖ:
323
ὣς ὃ βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν:
324
ὢ πόποι ἦ ῥ᾽ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ
325
θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι:
326
φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν
327
Ἴλιον ἐκπέρσαντα , λαχόντα τε ληΐδος αἶσαν.
328
ἀλλ᾽ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ:
329
ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι
330
αὐτοῦ ἐνὶ Τροίῃ , ἐπεὶ οὐδ᾽ ἐμὲ νοστήσαντα
331
δέξεται ἐν μεγάροισι γέρων ἱππηλάτα Πηλεὺς
332
οὐδὲ Θέτις μήτηρ , ἀλλ᾽ αὐτοῦ γαῖα καθέξει.
333
νῦν δ᾽ ἐπεὶ οὖν Πάτροκλε σεῦ ὕστερος εἶμ᾽ ὑπὸ γαῖαν,
334
οὔ σε πρὶν κτεριῶ πρίν γ᾽ Ἕκτορος ἐνθάδ᾽ ἐνεῖκαι
335
τεύχεα καὶ κεφαλὴν μεγαθύμου σοῖο φονῆος:
336
δώδεκα δὲ προπάροιθε πυρῆς ἀποδειροτομήσω
337
Τρώων ἀγλαὰ τέκνα σέθεν κταμένοιο χολωθείς.
338
τόφρα δέ μοι παρὰ νηυσὶ κορωνίσι κείσεαι αὔτως,
339
ἀμφὶ δὲ σὲ Τρῳαὶ καὶ Δαρδανίδες βαθύκολποι
340
κλαύσονται νύκτάς τε καὶ ἤματα δάκρυ χέουσαι,
341
τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ
342
πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.
343
ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς
344
ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν , ὄφρα τάχιστα
345
Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.
346
οἳ δὲ λοετροχόον τρίποδ᾽ ἵστασαν ἐν πυρὶ κηλέῳ,
347
ἐν δ᾽ ἄρ᾽ ὕδωρ ἔχεαν , ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.
348
γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε , θέρμετο δ᾽ ὕδωρ:
349
αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
350
καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπ᾽ ἐλαίῳ,
351
ἐν δ᾽ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο:
352
ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν
353
ἐς πόδας ἐκ κεφαλῆς , καθύπερθε δὲ φάρεϊ λευκῷ.
354
παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφ᾽ Ἀχιλῆα
355
Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες:
356
Ζεὺς δ᾽ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε:
357
ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη
358
ἀνστήσασ᾽ Ἀχιλῆα πόδας ταχύν : ἦ ῥά νυ σεῖο
359
ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.
360
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη:
361
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
362
καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,
363
ὅς περ θνητός τ᾽ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε:
364
πῶς δὴ ἔγωγ᾽ , ἥ φημι θεάων ἔμμεν ἀρίστη,
365
ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
366
κέκλημαι , σὺ δὲ πᾶσι μετ᾽ ἀθανάτοισιν ἀνάσσεις,
367
οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;
368
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
369
Ἡφαίστου δ᾽ ἵκανε δόμον Θέτις ἀργυρόπεζα
370
ἄφθιτον ἀστερόεντα μεταπρεπέ᾽ ἀθανάτοισι
371
χάλκεον , ὅν ῥ᾽ αὐτὸς ποιήσατο κυλλοποδίων.
372
τὸν δ᾽ εὗρ᾽ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας
373
σπεύδοντα : τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν
374
ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,
375
χρύσεα δέ σφ᾽ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,
376
ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατ᾽ ἀγῶνα
377
ἠδ᾽ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.
378
οἳ δ᾽ ἤτοι τόσσον μὲν ἔχον τέλος , οὔατα δ᾽ οὔ πω
379
δαιδάλεα προσέκειτο : τά ῥ᾽ ἤρτυε , κόπτε δὲ δεσμούς.
380
ὄφρ᾽ ὅ γε ταῦτ᾽ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,
381
τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.
382
τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος
383
καλή , τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις:
384
ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
385
τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
386
αἰδοίη τε φίλη τε ; πάρος γε μὲν οὔ τι θαμίζεις.
387
ἀλλ᾽ ἕπεο προτέρω , ἵνα τοι πὰρ ξείνια θείω.
388
ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.
389
τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου
390
καλοῦ δαιδαλέου : ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν:
391
κέκλετο δ᾽ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον:
392
Ἥφαιστε πρόμολ᾽ ὧδε : Θέτις νύ τι σεῖο χατίζει.
393
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περικλυτὸς ἀμφιγυήεις:
394
ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,
395
ἥ μ᾽ ἐσάωσ᾽ ὅτε μ᾽ ἄλγος ἀφίκετο τῆλε πεσόντα
396
μητρὸς ἐμῆς ἰότητι κυνώπιδος , ἥ μ᾽ ἐθέλησε
397
κρύψαι χωλὸν ἐόντα : τότ᾽ ἂν πάθον ἄλγεα θυμῷ,
398
εἰ μή μ᾽ Εὐρυνόμη τε Θέτις θ᾽ ὑπεδέξατο κόλπῳ
399
Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.
400
τῇσι παρ᾽ εἰνάετες χάλκευον δαίδαλα πολλά,
401
πόρπας τε γναμπτάς θ᾽ ἕλικας κάλυκάς τε καὶ ὅρμους
402
ἐν σπῆϊ γλαφυρῷ : περὶ δὲ ῥόος Ὠκεανοῖο
403
ἀφρῷ μορμύρων ῥέεν ἄσπετος : οὐδέ τις ἄλλος
404
ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
405
ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν , αἵ μ᾽ ἐσάωσαν.
406
ἣ νῦν ἡμέτερον δόμον ἵκει : τώ με μάλα χρεὼ
407
πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.
408
ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,
409
ὄφρ᾽ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.
410
ἦ , καὶ ἀπ᾽ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη
411
χωλεύων : ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
412
φύσας μέν ῥ᾽ ἀπάνευθε τίθει πυρός , ὅπλά τε πάντα
413
λάρνακ᾽ ἐς ἀργυρέην συλλέξατο , τοῖς ἐπονεῖτο:
414
σπόγγῳ δ᾽ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ᾽ ἀπομόργνυ
415
αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,
416
δῦ δὲ χιτῶν᾽ , ἕλε δὲ σκῆπτρον παχύ , βῆ δὲ θύραζε
417
χωλεύων : ὑπὸ δ᾽ ἀμφίπολοι ῥώοντο ἄνακτι
418
χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.
419
τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν , ἐν δὲ καὶ αὐδὴ
420
καὶ σθένος , ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.
421
αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον : αὐτὰρ ὃ ἔρρων
422
πλησίον , ἔνθα Θέτις περ , ἐπὶ θρόνου ἷζε φαεινοῦ,
423
ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
424
τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
425
αἰδοίη τε φίλη τε ; πάρος γε μὲν οὔ τι θαμίζεις.
426
αὔδα ὅ τι φρονέεις : τελέσαι δέ με θυμὸς ἄνωγεν,
427
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
428
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα:
429
Ἥφαιστ᾽ , ἦ ἄρα δή τις , ὅσαι θεαί εἰσ᾽ ἐν Ὀλύμπῳ,
430
τοσσάδ᾽ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ
431
ὅσσ᾽ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγε᾽ ἔδωκεν;
432
ἐκ μέν μ᾽ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν
433
Αἰακίδῃ Πηλῆϊ , καὶ ἔτλην ἀνέρος εὐνὴν
434
πολλὰ μάλ᾽ οὐκ ἐθέλουσα . ὃ μὲν δὴ γήραϊ λυγρῷ
435
κεῖται ἐνὶ μεγάροις ἀρημένος , ἄλλα δέ μοι νῦν,
436
υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε
437
ἔξοχον ἡρώων : ὃ δ᾽ ἀνέδραμεν ἔρνεϊ ἶσος:
438
τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς
439
νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
440
Τρωσὶ μαχησόμενον : τὸν δ᾽ οὐχ ὑποδέξομαι αὖτις
441
οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
442
ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
443
ἄχνυται , οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
444
κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,
445
τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.
446
ἤτοι ὃ τῆς ἀχέων φρένας ἔφθιεν : αὐτὰρ Ἀχαιοὺς
447
Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον , οὐδὲ θύραζε
448
εἴων ἐξιέναι : τὸν δὲ λίσσοντο γέροντες
449
Ἀργείων , καὶ πολλὰ περικλυτὰ δῶρ᾽ ὀνόμαζον.
450
ἔνθ᾽ αὐτὸς μὲν ἔπειτ᾽ ἠναίνετο λοιγὸν ἀμῦναι,
451
αὐτὰρ ὃ Πάτροκλον περὶ μὲν τὰ ἃ τεύχεα ἕσσε,
452
πέμπε δέ μιν πόλεμον δέ , πολὺν δ᾽ ἅμα λαὸν ὄπασσε.
453
πᾶν δ᾽ ἦμαρ μάρναντο περὶ Σκαιῇσι πύλῃσι:
454
καί νύ κεν αὐτῆμαρ πόλιν ἔπραθον , εἰ μὴ Ἀπόλλων
455
πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν
456
ἔκταν᾽ ἐνὶ προμάχοισι καὶ Ἕκτορι κῦδος ἔδωκε.
457
τοὔνεκα νῦν τὰ σὰ γούναθ᾽ ἱκάνομαι , αἴ κ᾽ ἐθέλῃσθα
458
υἱεῖ ἐμῷ ὠκυμόρῳ δόμεν ἀσπίδα καὶ τρυφάλειαν
459
καὶ καλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας
460
καὶ θώρηχ᾽ : ὃ γὰρ ἦν οἱ ἀπώλεσε πιστὸς ἑταῖρος
461
Τρωσὶ δαμείς : ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.
462
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περικλυτὸς ἀμφιγυήεις:
463
θάρσει : μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
464
αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην
465
νόσφιν ἀποκρύψαι , ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,
466
ὥς οἱ τεύχεα καλὰ παρέσσεται , οἷά τις αὖτε
467
ἀνθρώπων πολέων θαυμάσσεται , ὅς κεν ἴδηται.
468
ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ , βῆ δ᾽ ἐπὶ φύσας:
469
τὰς δ᾽ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.
470
φῦσαι δ᾽ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων
471
παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,
472
ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι , ἄλλοτε δ᾽ αὖτε,
473
ὅππως Ἥφαιστός τ᾽ ἐθέλοι καὶ ἔργον ἄνοιτο.
474
χαλκὸν δ᾽ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε
475
καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον : αὐτὰρ ἔπειτα
476
θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα , γέντο δὲ χειρὶ
477
ῥαιστῆρα κρατερήν , ἑτέρηφι δὲ γέντο πυράγρην.
478
ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε
479
πάντοσε δαιδάλλων , περὶ δ᾽ ἄντυγα βάλλε φαεινὴν
480
τρίπλακα μαρμαρέην , ἐκ δ᾽ ἀργύρεον τελαμῶνα.
481
πέντε δ᾽ ἄρ᾽ αὐτοῦ ἔσαν σάκεος πτύχες : αὐτὰρ ἐν αὐτῷ
482
ποίει δαίδαλα πολλὰ ἰδυίῃσι πραπίδεσσιν.
483
ἐν μὲν γαῖαν ἔτευξ᾽ , ἐν δ᾽ οὐρανόν , ἐν δὲ θάλασσαν,
484
ἠέλιόν τ᾽ ἀκάμαντα σελήνην τε πλήθουσαν,
485
ἐν δὲ τὰ τείρεα πάντα , τά τ᾽ οὐρανὸς ἐστεφάνωται,
486
Πληϊάδας θ᾽ Ὑάδας τε τό τε σθένος Ὠρίωνος
487
Ἄρκτόν θ᾽ , ἣν καὶ Ἄμαξαν ἐπίκλησιν καλέουσιν,
488
ἥ τ᾽ αὐτοῦ στρέφεται καί τ᾽ Ὠρίωνα δοκεύει,
489
οἴη δ᾽ ἄμμορός ἐστι λοετρῶν Ὠκεανοῖο.
490
ἐν δὲ δύω ποίησε πόλεις μερόπων ἀνθρώπων
491
καλάς . ἐν τῇ μέν ῥα γάμοι τ᾽ ἔσαν εἰλαπίναι τε,
492
νύμφας δ᾽ ἐκ θαλάμων δαΐδων ὕπο λαμπομενάων
493
ἠγίνεον ἀνὰ ἄστυ , πολὺς δ᾽ ὑμέναιος ὀρώρει:
494
κοῦροι δ᾽ ὀρχηστῆρες ἐδίνεον , ἐν δ᾽ ἄρα τοῖσιν
495
αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον : αἳ δὲ γυναῖκες
496
ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
497
λαοὶ δ᾽ εἰν ἀγορῇ ἔσαν ἀθρόοι : ἔνθα δὲ νεῖκος
498
ὠρώρει , δύο δ᾽ ἄνδρες ἐνείκεον εἵνεκα ποινῆς
499
ἀνδρὸς ἀποφθιμένου : ὃ μὲν εὔχετο πάντ᾽ ἀποδοῦναι
500
δήμῳ πιφαύσκων , ὃ δ᾽ ἀναίνετο μηδὲν ἑλέσθαι:
501
ἄμφω δ᾽ ἱέσθην ἐπὶ ἴστορι πεῖραρ ἑλέσθαι.
502
λαοὶ δ᾽ ἀμφοτέροισιν ἐπήπυον ἀμφὶς ἀρωγοί:
503
κήρυκες δ᾽ ἄρα λαὸν ἐρήτυον : οἳ δὲ γέροντες
504
εἵατ᾽ ἐπὶ ξεστοῖσι λίθοις ἱερῷ ἐνὶ κύκλῳ,
505
σκῆπτρα δὲ κηρύκων ἐν χέρσ᾽ ἔχον ἠεροφώνων:
506
τοῖσιν ἔπειτ᾽ ἤϊσσον , ἀμοιβηδὶς δὲ δίκαζον.
507
κεῖτο δ᾽ ἄρ᾽ ἐν μέσσοισι δύω χρυσοῖο τάλαντα,
508
τῷ δόμεν ὃς μετὰ τοῖσι δίκην ἰθύντατα εἴποι.
509
τὴν δ᾽ ἑτέρην πόλιν ἀμφὶ δύω στρατοὶ ἥατο λαῶν
510
τεύχεσι λαμπόμενοι : δίχα δέ σφισιν ἥνδανε βουλή,
511
ἠὲ διαπραθέειν ἢ ἄνδιχα πάντα δάσασθαι
512
κτῆσιν ὅσην πτολίεθρον ἐπήρατον ἐντὸς ἔεργεν:
513
οἳ δ᾽ οὔ πω πείθοντο , λόχῳ δ᾽ ὑπεθωρήσσοντο.
514
τεῖχος μέν ῥ᾽ ἄλοχοί τε φίλαι καὶ νήπια τέκνα
515
ῥύατ᾽ ἐφεσταότες , μετὰ δ᾽ ἀνέρες οὓς ἔχε γῆρας:
516
οἳ δ᾽ ἴσαν : ἦρχε δ᾽ ἄρά σφιν Ἄρης καὶ Παλλὰς Ἀθήνη
517
ἄμφω χρυσείω , χρύσεια δὲ εἵματα ἕσθην,
518
καλὼ καὶ μεγάλω σὺν τεύχεσιν , ὥς τε θεώ περ
519
ἀμφὶς ἀριζήλω : λαοὶ δ᾽ ὑπολίζονες ἦσαν.
520
οἳ δ᾽ ὅτε δή ῥ᾽ ἵκανον ὅθι σφίσιν εἶκε λοχῆσαι
521
ἐν ποταμῷ , ὅθι τ᾽ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,
522
ἔνθ᾽ ἄρα τοί γ᾽ ἵζοντ᾽ εἰλυμένοι αἴθοπι χαλκῷ.
523
τοῖσι δ᾽ ἔπειτ᾽ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν
524
δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.
525
οἳ δὲ τάχα προγένοντο , δύω δ᾽ ἅμ᾽ ἕποντο νομῆες
526
τερπόμενοι σύριγξι : δόλον δ᾽ οὔ τι προνόησαν.
527
οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον , ὦκα δ᾽ ἔπειτα
528
τάμνοντ᾽ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ
529
ἀργεννέων οἰῶν , κτεῖνον δ᾽ ἐπὶ μηλοβοτῆρας.
530
οἳ δ᾽ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν
531
εἰράων προπάροιθε καθήμενοι , αὐτίκ᾽ ἐφ᾽ ἵππων
532
βάντες ἀερσιπόδων μετεκίαθον , αἶψα δ᾽ ἵκοντο.
533
στησάμενοι δ᾽ ἐμάχοντο μάχην ποταμοῖο παρ᾽ ὄχθας,
534
βάλλον δ᾽ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
535
ἐν δ᾽ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον , ἐν δ᾽ ὀλοὴ Κήρ,
536
ἄλλον ζωὸν ἔχουσα νεούτατον , ἄλλον ἄουτον,
537
ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν:
538
εἷμα δ᾽ ἔχ᾽ ἀμφ᾽ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.
539
ὡμίλευν δ᾽ ὥς τε ζωοὶ βροτοὶ ἠδ᾽ ἐμάχοντο,
540
νεκρούς τ᾽ ἀλλήλων ἔρυον κατατεθνηῶτας.
541
ἐν δ᾽ ἐτίθει νειὸν μαλακὴν πίειραν ἄρουραν
542
εὐρεῖαν τρίπολον : πολλοὶ δ᾽ ἀροτῆρες ἐν αὐτῇ
543
ζεύγεα δινεύοντες ἐλάστρεον ἔνθα καὶ ἔνθα.
544
οἳ δ᾽ ὁπότε στρέψαντες ἱκοίατο τέλσον ἀρούρης,
545
τοῖσι δ᾽ ἔπειτ᾽ ἐν χερσὶ δέπας μελιηδέος οἴνου
546
δόσκεν ἀνὴρ ἐπιών : τοὶ δὲ στρέψασκον ἀν᾽ ὄγμους,
547
ἱέμενοι νειοῖο βαθείης τέλσον ἱκέσθαι.
548
ἣ δὲ μελαίνετ᾽ ὄπισθεν , ἀρηρομένῃ δὲ ἐῴκει,
549
χρυσείη περ ἐοῦσα : τὸ δὴ περὶ θαῦμα τέτυκτο.
550
ἐν δ᾽ ἐτίθει τέμενος βασιλήϊον : ἔνθα δ᾽ ἔριθοι
551
ἤμων ὀξείας δρεπάνας ἐν χερσὶν ἔχοντες.
552
δράγματα δ᾽ ἄλλα μετ᾽ ὄγμον ἐπήτριμα πῖπτον ἔραζε,
553
ἄλλα δ᾽ ἀμαλλοδετῆρες ἐν ἐλλεδανοῖσι δέοντο.
554
τρεῖς δ᾽ ἄρ᾽ ἀμαλλοδετῆρες ἐφέστασαν : αὐτὰρ ὄπισθε
555
παῖδες δραγμεύοντες ἐν ἀγκαλίδεσσι φέροντες
556
ἀσπερχὲς πάρεχον : βασιλεὺς δ᾽ ἐν τοῖσι σιωπῇ
557
σκῆπτρον ἔχων ἑστήκει ἐπ᾽ ὄγμου γηθόσυνος κῆρ.
558
κήρυκες δ᾽ ἀπάνευθεν ὑπὸ δρυῒ δαῖτα πένοντο,
559
βοῦν δ᾽ ἱερεύσαντες μέγαν ἄμφεπον : αἳ δὲ γυναῖκες
560
δεῖπνον ἐρίθοισιν λεύκ᾽ ἄλφιτα πολλὰ πάλυνον.
561
ἐν δ᾽ ἐτίθει σταφυλῇσι μέγα βρίθουσαν ἀλωὴν
562
καλὴν χρυσείην : μέλανες δ᾽ ἀνὰ βότρυες ἦσαν,
563
ἑστήκει δὲ κάμαξι διαμπερὲς ἀργυρέῃσιν.
564
ἀμφὶ δὲ κυανέην κάπετον , περὶ δ᾽ ἕρκος ἔλασσε
565
κασσιτέρου : μία δ᾽ οἴη ἀταρπιτὸς ἦεν ἐπ᾽ αὐτήν,
566
τῇ νίσοντο φορῆες ὅτε τρυγόῳεν ἀλωήν.
567
παρθενικαὶ δὲ καὶ ἠΐθεοι ἀταλὰ φρονέοντες
568
πλεκτοῖς ἐν ταλάροισι φέρον μελιηδέα καρπόν.
569
τοῖσιν δ᾽ ἐν μέσσοισι πάϊς φόρμιγγι λιγείῃ
570
ἱμερόεν κιθάριζε , λίνον δ᾽ ὑπὸ καλὸν ἄειδε
571
λεπταλέῃ φωνῇ : τοὶ δὲ ῥήσσοντες ἁμαρτῇ
572
μολπῇ τ᾽ ἰυγμῷ τε ποσὶ σκαίροντες ἕποντο.
573
ἐν δ᾽ ἀγέλην ποίησε βοῶν ὀρθοκραιράων:
574
αἳ δὲ βόες χρυσοῖο τετεύχατο κασσιτέρου τε,
575
μυκηθμῷ δ᾽ ἀπὸ κόπρου ἐπεσσεύοντο νομὸν δὲ
576
πὰρ ποταμὸν κελάδοντα , παρὰ ῥοδανὸν δονακῆα.
577
χρύσειοι δὲ νομῆες ἅμ᾽ ἐστιχόωντο βόεσσι
578
τέσσαρες , ἐννέα δέ σφι κύνες πόδας ἀργοὶ ἕποντο.
579
σμερδαλέω δὲ λέοντε δύ᾽ ἐν πρώτῃσι βόεσσι
580
ταῦρον ἐρύγμηλον ἐχέτην : ὃ δὲ μακρὰ μεμυκὼς
581
ἕλκετο : τὸν δὲ κύνες μετεκίαθον ἠδ᾽ αἰζηοί.
582
τὼ μὲν ἀναρρήξαντε βοὸς μεγάλοιο βοείην
583
ἔγκατα καὶ μέλαν αἷμα λαφύσσετον : οἳ δὲ νομῆες
584
αὔτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες.
585
οἳ δ᾽ ἤτοι δακέειν μὲν ἀπετρωπῶντο λεόντων,
586
ἱστάμενοι δὲ μάλ᾽ ἐγγὺς ὑλάκτεον ἔκ τ᾽ ἀλέοντο.
587
ἐν δὲ νομὸν ποίησε περικλυτὸς ἀμφιγυήεις
588
ἐν καλῇ βήσσῃ μέγαν οἰῶν ἀργεννάων,
589
σταθμούς τε κλισίας τε κατηρεφέας ἰδὲ σηκούς.
590
ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις,
591
τῷ ἴκελον οἷόν ποτ᾽ ἐνὶ Κνωσῷ εὐρείῃ
592
Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ.
593
ἔνθα μὲν ἠΐθεοι καὶ παρθένοι ἀλφεσίβοιαι
594
ὀρχεῦντ᾽ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχοντες.
595
τῶν δ᾽ αἳ μὲν λεπτὰς ὀθόνας ἔχον , οἳ δὲ χιτῶνας
596
εἵατ᾽ ἐϋννήτους , ἦκα στίλβοντας ἐλαίῳ:
597
καί ῥ᾽ αἳ μὲν καλὰς στεφάνας ἔχον , οἳ δὲ μαχαίρας
598
εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
599
οἳ δ᾽ ὁτὲ μὲν θρέξασκον ἐπισταμένοισι πόδεσσι
600
ῥεῖα μάλ᾽ , ὡς ὅτε τις τροχὸν ἄρμενον ἐν παλάμῃσιν
601
ἑζόμενος κεραμεὺς πειρήσεται , αἴ κε θέῃσιν:
602
ἄλλοτε δ᾽ αὖ θρέξασκον ἐπὶ στίχας ἀλλήλοισι.
603
πολλὸς δ᾽ ἱμερόεντα χορὸν περιίσταθ᾽ ὅμιλος
604
τερπόμενοι:
605
δοιὼ δὲ κυβιστητῆρε κατ᾽ αὐτοὺς
606
μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.
607
ἐν δ᾽ ἐτίθει ποταμοῖο μέγα σθένος Ὠκεανοῖο
608
ἄντυγα πὰρ πυμάτην σάκεος πύκα ποιητοῖο.
609
αὐτὰρ ἐπεὶ δὴ τεῦξε σάκος μέγα τε στιβαρόν τε,
610
τεῦξ᾽ ἄρα οἱ θώρηκα φαεινότερον πυρὸς αὐγῆς,
611
τεῦξε δέ οἱ κόρυθα βριαρὴν κροτάφοις ἀραρυῖαν
612
καλὴν δαιδαλέην , ἐπὶ δὲ χρύσεον λόφον ἧκε,
613
τεῦξε δέ οἱ κνημῖδας ἑανοῦ κασσιτέροιο.
614
αὐτὰρ ἐπεὶ πάνθ᾽ ὅπλα κάμε κλυτὸς ἀμφιγυήεις,
615
μητρὸς Ἀχιλλῆος θῆκε προπάροιθεν ἀείρας.
616
ἣ δ᾽ ἴρηξ ὣς ἆλτο κατ᾽ Οὐλύμπου νιφόεντος
617
τεύχεα μαρμαίροντα παρ᾽ Ἡφαίστοιο φέρουσα.