Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Made available under the Creative Commons Attribution 4.0 International License.
1
λῦτο δ᾽ ἀγών , λαοὶ δὲ θοὰς ἐπὶ νῆας ἕκαστοι
2
ἐσκίδναντ᾽ ἰέναι . τοὶ μὲν δόρποιο μέδοντο
3
ὕπνου τε γλυκεροῦ ταρπήμεναι : αὐτὰρ Ἀχιλλεὺς
4
κλαῖε φίλου ἑτάρου μεμνημένος , οὐδέ μιν ὕπνος
5
ᾕρει πανδαμάτωρ , ἀλλ᾽ ἐστρέφετ᾽ ἔνθα καὶ ἔνθα
6
Πατρόκλου ποθέων ἀνδροτῆτά τε καὶ μένος ἠΰ,
7
ἠδ᾽ ὁπόσα τολύπευσε σὺν αὐτῷ καὶ πάθεν ἄλγεα
8
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων:
9
τῶν μιμνησκόμενος θαλερὸν κατὰ δάκρυον εἶβεν,
10
ἄλλοτ᾽ ἐπὶ πλευρὰς κατακείμενος , ἄλλοτε δ᾽ αὖτε
11
ὕπτιος , ἄλλοτε δὲ πρηνής : τοτὲ δ᾽ ὀρθὸς ἀναστὰς
12
δινεύεσκ᾽ ἀλύων παρὰ θῖν᾽ ἁλός : οὐδέ μιν ἠὼς
13
φαινομένη λήθεσκεν ὑπεὶρ ἅλα τ᾽ ἠϊόνας τε.
14
ἀλλ᾽ ὅ γ᾽ ἐπεὶ ζεύξειεν ὑφ᾽ ἅρμασιν ὠκέας ἵππους,
15
Ἕκτορα δ᾽ ἕλκεσθαι δησάσκετο δίφρου ὄπισθεν,
16
τρὶς δ᾽ ἐρύσας περὶ σῆμα Μενοιτιάδαο θανόντος
17
αὖτις ἐνὶ κλισίῃ παυέσκετο , τὸν δέ τ᾽ ἔασκεν
18
ἐν κόνι ἐκτανύσας προπρηνέα : τοῖο δ᾽ Ἀπόλλων
19
πᾶσαν ἀεικείην ἄπεχε χροῒ φῶτ᾽ ἐλεαίρων
20
καὶ τεθνηότα περ : περὶ δ᾽ αἰγίδι πάντα κάλυπτε
21
χρυσείῃ , ἵνα μή μιν ἀποδρύφοι ἑλκυστάζων.
22
ὣς ὃ μὲν Ἕκτορα δῖον ἀείκιζεν μενεαίνων:
23
τὸν δ᾽ ἐλεαίρεσκον μάκαρες θεοὶ εἰσορόωντες,
24
κλέψαι δ᾽ ὀτρύνεσκον ἐΰσκοπον ἀργεϊφόντην.
25
ἔνθ᾽ ἄλλοις μὲν πᾶσιν ἑήνδανεν , οὐδέ ποθ᾽ Ἥρῃ
26
οὐδὲ Ποσειδάων᾽ οὐδὲ γλαυκώπιδι κούρῃ,
27
ἀλλ᾽ ἔχον ὥς σφιν πρῶτον ἀπήχθετο Ἴλιος ἱρὴ
28
καὶ Πρίαμος καὶ λαὸς Ἀλεξάνδρου ἕνεκ᾽ ἄτης,
29
ὃς νείκεσσε θεὰς ὅτε οἱ μέσσαυλον ἵκοντο,
30
τὴν δ᾽ ᾔνησ᾽ ἥ οἱ πόρε μαχλοσύνην ἀλεγεινήν.
31
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐκ τοῖο δυωδεκάτη γένετ᾽ ἠώς,
32
καὶ τότ᾽ ἄρ᾽ ἀθανάτοισι μετηύδα Φοῖβος Ἀπόλλων:
33
σχέτλιοί ἐστε θεοί , δηλήμονες : οὔ νύ ποθ᾽ ὑμῖν
34
Ἕκτωρ μηρί᾽ ἔκηε βοῶν αἰγῶν τε τελείων;
35
τὸν νῦν οὐκ ἔτλητε νέκυν περ ἐόντα σαῶσαι
36
ᾗ τ᾽ ἀλόχῳ ἰδέειν καὶ μητέρι καὶ τέκεϊ ᾧ
37
καὶ πατέρι Πριάμῳ λαοῖσί τε , τοί κέ μιν ὦκα
38
ἐν πυρὶ κήαιεν καὶ ἐπὶ κτέρεα κτερίσαιεν.
39
ἀλλ᾽ ὀλοῷ Ἀχιλῆϊ θεοὶ βούλεσθ᾽ ἐπαρήγειν,
40
ᾧ οὔτ᾽ ἂρ φρένες εἰσὶν ἐναίσιμοι οὔτε νόημα
41
γναμπτὸν ἐνὶ στήθεσσι , λέων δ᾽ ὣς ἄγρια οἶδεν,
42
ὅς τ᾽ ἐπεὶ ἂρ μεγάλῃ τε βίῃ καὶ ἀγήνορι θυμῷ
43
εἴξας εἶσ᾽ ἐπὶ μῆλα βροτῶν ἵνα δαῖτα λάβῃσιν:
44
ὣς Ἀχιλεὺς ἔλεον μὲν ἀπώλεσεν , οὐδέ οἱ αἰδὼς
45
γίγνεται , ἥ τ᾽ ἄνδρας μέγα σίνεται ἠδ᾽ ὀνίνησι.
46
μέλλει μέν πού τις καὶ φίλτερον ἄλλον ὀλέσσαι
47
ἠὲ κασίγνητον ὁμογάστριον ἠὲ καὶ υἱόν:
48
ἀλλ᾽ ἤτοι κλαύσας καὶ ὀδυράμενος μεθέηκε:
49
τλητὸν γὰρ Μοῖραι θυμὸν θέσαν ἀνθρώποισιν.
50
αὐτὰρ ὅ γ᾽ Ἕκτορα δῖον , ἐπεὶ φίλον ἦτορ ἀπηύρα,
51
ἵππων ἐξάπτων περὶ σῆμ᾽ ἑτάροιο φίλοιο
52
ἕλκει : οὐ μήν οἱ τό γε κάλλιον οὐδέ τ᾽ ἄμεινον.
53
μὴ ἀγαθῷ περ ἐόντι νεμεσσηθέωμέν οἱ ἡμεῖς:
54
κωφὴν γὰρ δὴ γαῖαν ἀεικίζει μενεαίνων.
55
τὸν δὲ χολωσαμένη προσέφη λευκώλενος Ἥρη:
56
εἴη κεν καὶ τοῦτο τεὸν ἔπος ἀργυρότοξε
57
εἰ δὴ ὁμὴν Ἀχιλῆϊ καὶ Ἕκτορι θήσετε τιμήν.
58
Ἕκτωρ μὲν θνητός τε γυναῖκά τε θήσατο μαζόν:
59
αὐτὰρ Ἀχιλλεύς ἐστι θεᾶς γόνος , ἣν ἐγὼ αὐτὴ
60
θρέψά τε καὶ ἀτίτηλα καὶ ἀνδρὶ πόρον παράκοιτιν
61
Πηλέϊ , ὃς περὶ κῆρι φίλος γένετ᾽ ἀθανάτοισι.
62
πάντες δ᾽ ἀντιάασθε θεοὶ γάμου : ἐν δὲ σὺ τοῖσι
63
δαίνυ᾽ ἔχων φόρμιγγα κακῶν ἕταρ᾽ , αἰὲν ἄπιστε.
64
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς:
65
Ἥρη μὴ δὴ πάμπαν ἀποσκύδμαινε θεοῖσιν:
66
οὐ μὲν γὰρ τιμή γε μί᾽ ἔσσεται : ἀλλὰ καὶ Ἕκτωρ
67
φίλτατος ἔσκε θεοῖσι βροτῶν οἳ ἐν Ἰλίῳ εἰσίν:
68
ὣς γὰρ ἔμοιγ᾽ , ἐπεὶ οὔ τι φίλων ἡμάρτανε δώρων.
69
οὐ γάρ μοί ποτε βωμὸς ἐδεύετο δαιτὸς ἐΐσης
70
λοιβῆς τε κνίσης τε : τὸ γὰρ λάχομεν γέρας ἡμεῖς.
71
ἀλλ᾽ ἤτοι κλέψαι μὲν ἐάσομεν , οὐδέ πῃ ἔστι,
72
λάθρῃ Ἀχιλλῆος θρασὺν Ἕκτορα : ἦ γάρ οἱ αἰεὶ
73
μήτηρ παρμέμβλωκεν ὁμῶς νύκτάς τε καὶ ἦμαρ.
74
ἀλλ᾽ εἴ τις καλέσειε θεῶν Θέτιν ἆσσον ἐμεῖο,
75
ὄφρά τί οἱ εἴπω πυκινὸν ἔπος , ὥς κεν Ἀχιλλεὺς
76
δώρων ἐκ Πριάμοιο λάχῃ ἀπό θ᾽ Ἕκτορα λύσῃ.
77
ὣς ἔφατ᾽ , ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα,
78
μεσσηγὺς δὲ Σάμου τε καὶ Ἴμβρου παιπαλοέσσης
79
ἔνθορε μείλανι πόντῳ : ἐπεστονάχησε δὲ λίμνη.
80
ἣ δὲ μολυβδαίνῃ ἰκέλη ἐς βυσσὸν ὄρουσεν,
81
ἥ τε κατ᾽ ἀγραύλοιο βοὸς κέρας ἐμβεβαυῖα
82
ἔρχεται ὠμηστῇσιν ἐπ᾽ ἰχθύσι κῆρα φέρουσα.
83
εὗρε δ᾽ ἐνὶ σπῆϊ γλαφυρῷ Θέτιν , ἀμφὶ δ᾽ ἄρ᾽ ἄλλαι
84
εἵαθ᾽ ὁμηγερέες ἅλιαι θεαί : ἣ δ᾽ ἐνὶ μέσσῃς
85
κλαῖε μόρον οὗ παιδὸς ἀμύμονος , ὅς οἱ ἔμελλε
86
φθίσεσθ᾽ ἐν Τροίῃ ἐριβώλακι τηλόθι πάτρης.
87
ἀγχοῦ δ᾽ ἱσταμένη προσέφη πόδας ὠκέα Ἶρις:
88
ὄρσο Θέτι : καλέει Ζεὺς ἄφθιτα μήδεα εἰδώς.
89
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα:
90
τίπτέ με κεῖνος ἄνωγε μέγας θεός ; αἰδέομαι δὲ
91
μίσγεσθ᾽ ἀθανάτοισιν , ἔχω δ᾽ ἄχε᾽ ἄκριτα θυμῷ.
92
εἶμι μέν , οὐδ᾽ ἅλιον ἔπος ἔσσεται ὅττί κεν εἴπῃ.
93
ὣς ἄρα φωνήσασα κάλυμμ᾽ ἕλε δῖα θεάων
94
κυάνεον , τοῦ δ᾽ οὔ τι μελάντερον ἔπλετο ἔσθος.
95
βῆ δ᾽ ἰέναι , πρόσθεν δὲ ποδήνεμος ὠκέα Ἶρις
96
ἡγεῖτ᾽ : ἀμφὶ δ᾽ ἄρα σφι λιάζετο κῦμα θαλάσσης.
97
ἀκτὴν δ᾽ ἐξαναβᾶσαι ἐς οὐρανὸν ἀϊχθήτην,
98
εὗρον δ᾽ εὐρύοπα Κρονίδην , περὶ δ᾽ ἄλλοι ἅπαντες
99
εἵαθ᾽ ὁμηγερέες μάκαρες θεοὶ αἰὲν ἐόντες.
100
ἣ δ᾽ ἄρα πὰρ Διὶ πατρὶ καθέζετο , εἶξε δ᾽ Ἀθήνη.
101
Ἥρη δὲ χρύσεον καλὸν δέπας ἐν χερὶ θῆκε
102
καί ῥ᾽ εὔφρην᾽ ἐπέεσσι : Θέτις δ᾽ ὤρεξε πιοῦσα.
103
τοῖσι δὲ μύθων ἦρχε πατὴρ ἀνδρῶν τε θεῶν τε:
104
ἤλυθες Οὔλυμπον δὲ θεὰ Θέτι κηδομένη περ,
105
πένθος ἄλαστον ἔχουσα μετὰ φρεσίν : οἶδα καὶ αὐτός:
106
ἀλλὰ καὶ ὧς ἐρέω τοῦ σ᾽ εἵνεκα δεῦρο κάλεσσα.
107
ἐννῆμαρ δὴ νεῖκος ἐν ἀθανάτοισιν ὄρωρεν
108
Ἕκτορος ἀμφὶ νέκυι καὶ Ἀχιλλῆϊ πτολιπόρθῳ:
109
κλέψαι δ᾽ ὀτρύνουσιν ἐΰσκοπον ἀργεϊφόντην:
110
αὐτὰρ ἐγὼ τόδε κῦδος Ἀχιλλῆϊ προτιάπτω
111
αἰδῶ καὶ φιλότητα τεὴν μετόπισθε φυλάσσων.
112
αἶψα μάλ᾽ ἐς στρατὸν ἐλθὲ καὶ υἱέϊ σῷ ἐπίτειλον:
113
σκύζεσθαί οἱ εἰπὲ θεούς , ἐμὲ δ᾽ ἔξοχα πάντων
114
ἀθανάτων κεχολῶσθαι , ὅτι φρεσὶ μαινομένῃσιν
115
Ἕκτορ᾽ ἔχει παρὰ νηυσὶ κορωνίσιν οὐδ᾽ ἀπέλυσεν,
116
αἴ κέν πως ἐμέ τε δείσῃ ἀπό θ᾽ Ἕκτορα λύσῃ.
117
αὐτὰρ ἐγὼ Πριάμῳ μεγαλήτορι Ἶριν ἐφήσω
118
λύσασθαι φίλον υἱὸν ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν,
119
δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν , τά κε θυμὸν ἰήνῃ.
120
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε θεὰ Θέτις ἀργυρόπεζα,
121
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀΐξασα,
122
ἷξεν δ᾽ ἐς κλισίην οὗ υἱέος : ἔνθ᾽ ἄρα τόν γε
123
εὗρ᾽ ἁδινὰ στενάχοντα : φίλοι δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι
124
ἐσσυμένως ἐπένοντο καὶ ἐντύνοντο ἄριστον:
125
τοῖσι δ᾽ ὄϊς λάσιος μέγας ἐν κλισίῃ ἱέρευτο.
126
ἣ δὲ μάλ᾽ ἄγχ᾽ αὐτοῖο καθέζετο πότνια μήτηρ,
127
χειρί τέ μιν κατέρεξεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
128
τέκνον ἐμὸν τέο μέχρις ὀδυρόμενος καὶ ἀχεύων
129
σὴν ἔδεαι κραδίην μεμνημένος οὔτέ τι σίτου
130
οὔτ᾽ εὐνῆς ; ἀγαθὸν δὲ γυναικί περ ἐν φιλότητι
131
μίσγεσθ᾽ : οὐ γάρ μοι δηρὸν βέῃ , ἀλλά τοι ἤδη
132
ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιή.
133
ἀλλ᾽ ἐμέθεν ξύνες ὦκα , Διὸς δέ τοι ἄγγελός εἰμι:
134
σκύζεσθαι σοί φησι θεούς , ἑὲ δ᾽ ἔξοχα πάντων
135
ἀθανάτων κεχολῶσθαι , ὅτι φρεσὶ μαινομένῃσιν
136
Ἕκτορ᾽ ἔχεις παρὰ νηυσὶ κορωνίσιν οὐδ᾽ ἀπέλυσας.
137
ἀλλ᾽ ἄγε δὴ λῦσον , νεκροῖο δὲ δέξαι ἄποινα.
138
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
139
τῇδ᾽ εἴη : ὃς ἄποινα φέροι καὶ νεκρὸν ἄγοιτο,
140
εἰ δὴ πρόφρονι θυμῷ Ὀλύμπιος αὐτὸς ἀνώγει.
141
ὣς οἵ γ᾽ ἐν νηῶν ἀγύρει μήτηρ τε καὶ υἱὸς
142
πολλὰ πρὸς ἀλλήλους ἔπεα πτερόεντ᾽ ἀγόρευον.
143
Ἶριν δ᾽ ὄτρυνε Κρονίδης εἰς Ἴλιον ἱρήν:
144
βάσκ᾽ ἴθι Ἶρι ταχεῖα λιποῦσ᾽ ἕδος Οὐλύμποιο
145
ἄγγειλον Πριάμῳ μεγαλήτορι Ἴλιον εἴσω
146
λύσασθαι φίλον υἱὸν ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν,
147
δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
148
οἶον , μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
149
κῆρύξ τίς οἱ ἕποιτο γεραίτερος , ὅς κ᾽ ἰθύνοι
150
ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον , ἠδὲ καὶ αὖτις
151
νεκρὸν ἄγοι προτὶ ἄστυ , τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
152
μὴ δέ τί οἱ θάνατος μελέτω φρεσὶ μὴ δέ τι τάρβος:
153
τοῖον γάρ οἱ πομπὸν ὀπάσσομεν ἀργεϊφόντην,
154
ὃς ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.
155
αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,
156
οὔτ᾽ αὐτὸς κτενέει ἀπό τ᾽ ἄλλους πάντας ἐρύξει:
157
οὔτε γάρ ἐστ᾽ ἄφρων οὔτ᾽ ἄσκοπος οὔτ᾽ ἀλιτήμων,
158
ἀλλὰ μάλ᾽ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
159
ὣς ἔφατ᾽ , ὦρτο δὲ Ἶρις ἀελλόπος ἀγγελέουσα.
160
ἷξεν δ᾽ ἐς Πριάμοιο , κίχεν δ᾽ ἐνοπήν τε γόον τε.
161
παῖδες μὲν πατέρ᾽ ἀμφὶ καθήμενοι ἔνδοθεν αὐλῆς
162
δάκρυσιν εἵματ᾽ ἔφυρον , ὃ δ᾽ ἐν μέσσοισι γεραιὸς
163
ἐντυπὰς ἐν χλαίνῃ κεκαλυμμένος : ἀμφὶ δὲ πολλὴ
164
κόπρος ἔην κεφαλῇ τε καὶ αὐχένι τοῖο γέροντος
165
τήν ῥα κυλινδόμενος καταμήσατο χερσὶν ἑῇσι.
166
θυγατέρες δ᾽ ἀνὰ δώματ᾽ ἰδὲ νυοὶ ὠδύροντο
167
τῶν μιμνησκόμεναι οἳ δὴ πολέες τε καὶ ἐσθλοὶ
168
χερσὶν ὑπ᾽ Ἀργείων κέατο ψυχὰς ὀλέσαντες.
169
στῆ δὲ παρὰ Πρίαμον Διὸς ἄγγελος , ἠδὲ προσηύδα
170
τυτθὸν φθεγξαμένη : τὸν δὲ τρόμος ἔλλαβε γυῖα:
171
θάρσει Δαρδανίδη Πρίαμε φρεσί , μὴ δέ τι τάρβει:
172
οὐ μὲν γάρ τοι ἐγὼ κακὸν ὀσσομένη τόδ᾽ ἱκάνω
173
ἀλλ᾽ ἀγαθὰ φρονέουσα : Διὸς δέ τοι ἄγγελός εἰμι,
174
ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ᾽ ἐλεαίρει.
175
λύσασθαί σ᾽ ἐκέλευσεν Ὀλύμπιος Ἕκτορα δῖον,
176
δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ
177
οἶον , μὴ δέ τις ἄλλος ἅμα Τρώων ἴτω ἀνήρ.
178
κῆρύξ τίς τοι ἕποιτο γεραίτερος , ὅς κ᾽ ἰθύνοι
179
ἡμιόνους καὶ ἄμαξαν ἐΰτροχον , ἠδὲ καὶ αὖτις
180
νεκρὸν ἄγοι προτὶ ἄστυ , τὸν ἔκτανε δῖος Ἀχιλλεύς.
181
μὴ δέ τί τοι θάνατος μελέτω φρεσὶ μηδέ τι τάρβος:
182
τοῖος γάρ τοι πομπὸς ἅμ᾽ ἕψεται ἀργεϊφόντης,
183
ὅς σ᾽ ἄξει εἷός κεν ἄγων Ἀχιλῆϊ πελάσσῃ.
184
αὐτὰρ ἐπὴν ἀγάγῃσιν ἔσω κλισίην Ἀχιλῆος,
185
οὔτ᾽ αὐτὸς κτενέει ἀπό τ᾽ ἄλλους πάντας ἐρύξει:
186
οὔτε γάρ ἔστ᾽ ἄφρων οὔτ᾽ ἄσκοπος οὔτ᾽ ἀλιτήμων,
187
ἀλλὰ μάλ᾽ ἐνδυκέως ἱκέτεω πεφιδήσεται ἀνδρός.
188
ἣ μὲν ἄρ᾽ ὣς εἰποῦσ᾽ ἀπέβη πόδας ὠκέα Ἶρις,
189
αὐτὰρ ὅ γ᾽ υἷας ἄμαξαν ἐΰτροχον ἡμιονείην
190
ὁπλίσαι ἠνώγει , πείρινθα δὲ δῆσαι ἐπ᾽ αὐτῆς.
191
αὐτὸς δ᾽ ἐς θάλαμον κατεβήσετο κηώεντα
192
κέδρινον ὑψόροφον , ὃς γλήνεα πολλὰ κεχάνδει:
193
ἐς δ᾽ ἄλοχον Ἑκάβην ἐκαλέσσατο φώνησέν τε:
194
δαιμονίη Διόθεν μοι Ὀλύμπιος ἄγγελος ἦλθε
195
λύσασθαι φίλον υἱὸν ἰόντ᾽ ἐπὶ νῆας Ἀχαιῶν,
196
δῶρα δ᾽ Ἀχιλλῆϊ φερέμεν τά κε θυμὸν ἰήνῃ.
197
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ τί τοι φρεσὶν εἴδεται εἶναι;
198
αἰνῶς γάρ μ᾽ αὐτόν γε μένος καὶ θυμὸς ἄνωγε
199
κεῖσ᾽ ἰέναι ἐπὶ νῆας ἔσω στρατὸν εὐρὺν Ἀχαιῶν.
200
ὣς φάτο , κώκυσεν δὲ γυνὴ καὶ ἀμείβετο μύθῳ:
201
ὤ μοι πῇ δή τοι φρένες οἴχονθ᾽ , ᾗς τὸ πάρος περ
202
ἔκλε᾽ ἐπ᾽ ἀνθρώπους ξείνους ἠδ᾽ οἷσιν ἀνάσσεις;
203
πῶς ἐθέλεις ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
204
ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
205
υἱέας ἐξενάριξε : σιδήρειόν νύ τοι ἦτορ.
206
εἰ γάρ σ᾽ αἱρήσει καὶ ἐσόψεται ὀφθαλμοῖσιν
207
ὠμηστὴς καὶ ἄπιστος ἀνὴρ ὅ γε οὔ σ᾽ ἐλεήσει,
208
οὐδέ τί σ᾽ αἰδέσεται . νῦν δὲ κλαίωμεν ἄνευθεν
209
ἥμενοι ἐν μεγάρῳ : τῷ δ᾽ ὥς ποθι Μοῖρα κραταιὴ
210
γιγνομένῳ ἐπένησε λίνῳ , ὅτε μιν τέκον αὐτή,
211
ἀργίποδας κύνας ἆσαι ἑῶν ἀπάνευθε τοκήων
212
ἀνδρὶ πάρα κρατερῷ , τοῦ ἐγὼ μέσον ἧπαρ ἔχοιμι
213
ἐσθέμεναι προσφῦσα : τότ᾽ ἄντιτα ἔργα γένοιτο
214
παιδὸς ἐμοῦ , ἐπεὶ οὔ ἑ κακιζόμενόν γε κατέκτα,
215
ἀλλὰ πρὸ Τρώων καὶ Τρωϊάδων βαθυκόλπων
216
ἑσταότ᾽ οὔτε φόβου μεμνημένον οὔτ᾽ ἀλεωρῆς.
217
τὴν δ᾽ αὖτε προσέειπε γέρων Πρίαμος θεοειδής:
218
μή μ᾽ ἐθέλοντ᾽ ἰέναι κατερύκανε , μὴ δέ μοι αὐτὴ
219
ὄρνις ἐνὶ μεγάροισι κακὸς πέλευ : οὐδέ με πείσεις.
220
εἰ μὲν γάρ τίς μ᾽ ἄλλος ἐπιχθονίων ἐκέλευεν,
221
ἢ οἳ μάντιές εἰσι θυοσκόοι ἢ ἱερῆες,
222
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον:
223
νῦν δ᾽ , αὐτὸς γὰρ ἄκουσα θεοῦ καὶ ἐσέδρακον ἄντην,
224
εἶμι καὶ οὐχ ἅλιον ἔπος ἔσσεται . εἰ δέ μοι αἶσα
225
τεθνάμεναι παρὰ νηυσὶν Ἀχαιῶν χαλκοχιτώνων
226
βούλομαι : αὐτίκα γάρ με κατακτείνειεν Ἀχιλλεὺς
227
ἀγκὰς ἑλόντ᾽ ἐμὸν υἱόν , ἐπὴν γόου ἐξ ἔρον εἵην.
228
ἦ καὶ φωριαμῶν ἐπιθήματα κάλ᾽ ἀνέῳγεν:
229
ἔνθεν δώδεκα μὲν περικαλλέας ἔξελε πέπλους,
230
δώδεκα δ᾽ ἁπλοΐδας χλαίνας , τόσσους δὲ τάπητας,
231
τόσσα δὲ φάρεα λευκά , τόσους δ᾽ ἐπὶ τοῖσι χιτῶνας.
232
χρυσοῦ δὲ στήσας ἔφερεν δέκα πάντα τάλαντα,
233
ἐκ δὲ δύ᾽ αἴθωνας τρίποδας , πίσυρας δὲ λέβητας,
234
ἐκ δὲ δέπας περικαλλές , ὅ οἱ Θρῇκες πόρον ἄνδρες
235
ἐξεσίην ἐλθόντι μέγα κτέρας : οὐδέ νυ τοῦ περ
236
φείσατ᾽ ἐνὶ μεγάροις ὃ γέρων , περὶ δ᾽ ἤθελε θυμῷ
237
λύσασθαι φίλον υἱόν . ὃ δὲ Τρῶας μὲν ἅπαντας
238
αἰθούσης ἀπέεργεν ἔπεσσ᾽ αἰσχροῖσιν ἐνίσσων:
239
ἔρρετε λωβητῆρες ἐλεγχέες : οὔ νυ καὶ ὑμῖν
240
οἴκοι ἔνεστι γόος , ὅτι μ᾽ ἤλθετε κηδήσοντες;
241
ἦ ὀνόσασθ᾽ ὅτι μοι Κρονίδης Ζεὺς ἄλγε᾽ ἔδωκε
242
παῖδ᾽ ὀλέσαι τὸν ἄριστον ; ἀτὰρ γνώσεσθε καὶ ὔμμες:
243
ῥηΐτεροι γὰρ μᾶλλον Ἀχαιοῖσιν δὴ ἔσεσθε
244
κείνου τεθνηῶτος ἐναιρέμεν . αὐτὰρ ἔγωγε
245
πρὶν ἀλαπαζομένην τε πόλιν κεραϊζομένην τε
246
ὀφθαλμοῖσιν ἰδεῖν βαίην δόμον Ἄϊδος εἴσω.
247
ἦ καὶ σκηπανίῳ δίεπ᾽ ἀνέρας : οἳ δ᾽ ἴσαν ἔξω
248
σπερχομένοιο γέροντος : ὃ δ᾽ υἱάσιν οἷσιν ὁμόκλα
249
νεικείων Ἕλενόν τε Πάριν τ᾽ Ἀγάθωνά τε δῖον
250
Πάμμονά τ᾽ Ἀντίφονόν τε βοὴν ἀγαθόν τε Πολίτην
251
Δηΐφοβόν τε καὶ Ἱππόθοον καὶ δῖον Ἀγαυόν:
252
ἐννέα τοῖς ὃ γεραιὸς ὁμοκλήσας ἐκέλευε:
253
σπεύσατέ μοι κακὰ τέκνα κατηφόνες : αἴθ᾽ ἅμα πάντες
254
Ἕκτορος ὠφέλετ᾽ ἀντὶ θοῇς ἐπὶ νηυσὶ πεφάσθαι.
255
ὤ μοι ἐγὼ πανάποτμος , ἐπεὶ τέκον υἷας ἀρίστους
256
Τροίῃ ἐν εὐρείῃ , τῶν δ᾽ οὔ τινά φημι λελεῖφθαι,
257
Μήστορά τ᾽ ἀντίθεον καὶ Τρωΐλον ἱππιοχάρμην
258
Ἕκτορά θ᾽ , ὃς θεὸς ἔσκε μετ᾽ ἀνδράσιν , οὐδὲ ἐῴκει
259
ἀνδρός γε θνητοῦ πάϊς ἔμμεναι ἀλλὰ θεοῖο.
260
τοὺς μὲν ἀπώλεσ᾽ Ἄρης , τὰ δ᾽ ἐλέγχεα πάντα λέλειπται
261
ψεῦσταί τ᾽ ὀρχησταί τε χοροιτυπίῃσιν ἄριστοι
262
ἀρνῶν ἠδ᾽ ἐρίφων ἐπιδήμιοι ἁρπακτῆρες.
263
οὐκ ἂν δή μοι ἄμαξαν ἐφοπλίσσαιτε τάχιστα,
264
ταῦτά τε πάντ᾽ ἐπιθεῖτε , ἵνα πρήσσωμεν ὁδοῖο;
265
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα πατρὸς ὑποδείσαντες ὁμοκλὴν
266
ἐκ μὲν ἄμαξαν ἄειραν ἐΰτροχον ἡμιονείην
267
καλὴν πρωτοπαγέα , πείρινθα δὲ δῆσαν ἐπ᾽ αὐτῆς,
268
κὰδ δ᾽ ἀπὸ πασσαλόφι ζυγὸν ᾕρεον ἡμιόνειον
269
πύξινον ὀμφαλόεν εὖ οἰήκεσσιν ἀρηρός:
270
ἐκ δ᾽ ἔφερον ζυγόδεσμον ἅμα ζυγῷ ἐννεάπηχυ.
271
καὶ τὸ μὲν εὖ κατέθηκαν ἐϋξέστῳ ἐπὶ ῥυμῷ
272
πέζῃ ἔπι πρώτῃ , ἐπὶ δὲ κρίκον ἕστορι βάλλον,
273
τρὶς δ᾽ ἑκάτερθεν ἔδησαν ἐπ᾽ ὀμφαλόν , αὐτὰρ ἔπειτα
274
ἑξείης κατέδησαν , ὑπὸ γλωχῖνα δ᾽ ἔκαμψαν.
275
ἐκ θαλάμου δὲ φέροντες ἐϋξέστης ἐπ᾽ ἀπήνης
276
νήεον Ἑκτορέης κεφαλῆς ἀπερείσι᾽ ἄποινα,
277
ζεῦξαν δ᾽ ἡμιόνους κρατερώνυχας ἐντεσιεργούς,
278
τούς ῥά ποτε Πριάμῳ Μυσοὶ δόσαν ἀγλαὰ δῶρα.
279
ἵππους δὲ Πριάμῳ ὕπαγον ζυγόν , οὓς ὃ γεραιὸς
280
αὐτὸς ἔχων ἀτίταλλεν ἐϋξέστῃ ἐπὶ φάτνῃ.
281
τὼ μὲν ζευγνύσθην ἐν δώμασιν ὑψηλοῖσι
282
κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε᾽ ἔχοντες:
283
ἀγχίμολον δέ σφ᾽ ἦλθ᾽ Ἑκάβη τετιηότι θυμῷ
284
οἶνον ἔχουσ᾽ ἐν χειρὶ μελίφρονα δεξιτερῆφι
285
χρυσέῳ ἐν δέπαϊ , ὄφρα λείψαντε κιοίτην:
286
στῆ δ᾽ ἵππων προπάροιθεν ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
287
τῆ σπεῖσον Διὶ πατρί , καὶ εὔχεο οἴκαδ᾽ ἱκέσθαι
288
ἂψ ἐκ δυσμενέων ἀνδρῶν , ἐπεὶ ἂρ σέ γε θυμὸς
289
ὀτρύνει ἐπὶ νῆας ἐμεῖο μὲν οὐκ ἐθελούσης.
290
ἀλλ᾽ εὔχεο σύ γ᾽ ἔπειτα κελαινεφέϊ Κρονίωνι
291
Ἰδαίῳ , ὅς τε Τροίην κατὰ πᾶσαν ὁρᾶται,
292
αἴτει δ᾽ οἰωνὸν ταχὺν ἄγγελον , ὅς τέ οἱ αὐτῷ
293
φίλτατος οἰωνῶν , καί εὑ κράτος ἐστὶ μέγιστον,
294
δεξιόν , ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
295
τῷ πίσυνος ἐπὶ νῆας ἴῃς Δαναῶν ταχυπώλων.
296
εἰ δέ τοι οὐ δώσει ἑὸν ἄγγελον εὐρύοπα Ζεύς,
297
οὐκ ἂν ἔγωγέ σ᾽ ἔπειτα ἐποτρύνουσα κελοίμην
298
νῆας ἐπ᾽ Ἀργείων ἰέναι μάλα περ μεμαῶτα.
299
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη Πρίαμος θεοειδής:
300
ὦ γύναι οὐ μέν τοι τόδ᾽ ἐφιεμένῃ ἀπιθήσω.
301
ἐσθλὸν γὰρ Διὶ χεῖρας ἀνασχέμεν αἴ κ᾽ ἐλεήσῃ.
302
ἦ ῥα καὶ ἀμφίπολον ταμίην ὄτρυν᾽ ὃ γεραιὸς
303
χερσὶν ὕδωρ ἐπιχεῦαι ἀκήρατον : ἣ δὲ παρέστη
304
χέρνιβον ἀμφίπολος πρόχοόν θ᾽ ἅμα χερσὶν ἔχουσα.
305
νιψάμενος δὲ κύπελλον ἐδέξατο ἧς ἀλόχοιο:
306
εὔχετ᾽ ἔπειτα στὰς μέσῳ ἕρκεϊ , λεῖβε δὲ οἶνον
307
οὐρανὸν εἰσανιδών , καὶ φωνήσας ἔπος ηὔδα:
308
Ζεῦ πάτερ Ἴδηθεν μεδέων κύδιστε μέγιστε
309
δός μ᾽ ἐς Ἀχιλλῆος φίλον ἐλθεῖν ἠδ᾽ ἐλεεινόν,
310
πέμψον δ᾽ οἰωνὸν ταχὺν ἄγγελον , ὅς τε σοὶ αὐτῷ
311
φίλτατος οἰωνῶν , καί εὑ κράτος ἐστὶ μέγιστον,
312
δεξιόν , ὄφρά μιν αὐτὸς ἐν ὀφθαλμοῖσι νοήσας
313
τῷ πίσυνος ἐπὶ νῆας ἴω Δαναῶν ταχυπώλων.
314
ὣς ἔφατ᾽ εὐχόμενος , τοῦ δ᾽ ἔκλυε μητίετα Ζεὺς
315
αὐτίκα δ᾽ αἰετὸν ἧκε τελειότατον πετεηνῶν
316
μόρφνον θηρητῆρ᾽ ὃν καὶ περκνὸν καλέουσιν.
317
ὅσση δ᾽ ὑψορόφοιο θύρη θαλάμοιο τέτυκται
318
ἀνέρος ἀφνειοῖο ἐῢ κληῗσ᾽ ἀραρυῖα,
319
τόσσ᾽ ἄρα τοῦ ἑκάτερθεν ἔσαν πτερά : εἴσατο δέ σφι
320
δεξιὸς ἀΐξας διὰ ἄστεος : οἳ δὲ ἰδόντες
321
γήθησαν , καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
322
σπερχόμενος δ᾽ ὃ γεραιὸς ἑοῦ ἐπεβήσετο δίφρου,
323
ἐκ δ᾽ ἔλασε προθύροιο καὶ αἰθούσης ἐριδούπου.
324
πρόσθε μὲν ἡμίονοι ἕλκον τετράκυκλον ἀπήνην,
325
τὰς Ἰδαῖος ἔλαυνε δαΐφρων : αὐτὰρ ὄπισθεν
326
ἵπποι , τοὺς ὃ γέρων ἐφέπων μάστιγι κέλευε
327
καρπαλίμως κατὰ ἄστυ : φίλοι δ᾽ ἅμα πάντες ἕποντο
328
πόλλ᾽ ὀλοφυρόμενοι ὡς εἰ θάνατον δὲ κιόντα.
329
οἳ δ᾽ ἐπεὶ οὖν πόλιος κατέβαν , πεδίον δ᾽ ἀφίκοντο,
330
οἳ μὲν ἄρ᾽ ἄψορροι προτὶ Ἴλιον ἀπονέοντο
331
παῖδες καὶ γαμβροί , τὼ δ᾽ οὐ λάθον εὐρύοπα Ζῆν
332
ἐς πεδίον προφανέντε : ἰδὼν δ᾽ ἐλέησε γέροντα,
333
αἶψα δ᾽ ἄρ᾽ Ἑρμείαν υἱὸν φίλον ἀντίον ηὔδα:
334
Ἑρμεία , σοὶ γάρ τε μάλιστά γε φίλτατόν ἐστιν
335
ἀνδρὶ ἑταιρίσσαι , καί τ᾽ ἔκλυες ᾧ κ᾽ ἐθέλῃσθα,
336
βάσκ᾽ ἴθι καὶ Πρίαμον κοίλας ἐπὶ νῆας Ἀχαιῶν
337
ὣς ἄγαγ᾽ , ὡς μήτ᾽ ἄρ τις ἴδῃ μήτ᾽ ἄρ τε νοήσῃ
338
τῶν ἄλλων Δαναῶν , πρὶν Πηλεΐωνα δ᾽ ἱκέσθαι.
339
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε διάκτορος ἀργεϊφόντης.
340
αὐτίκ᾽ ἔπειθ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα
341
ἀμβρόσια χρύσεια , τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν
342
ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο:
343
εἵλετο δὲ ῥάβδον , τῇ τ᾽ ἀνδρῶν ὄμματα θέλγει
344
ὧν ἐθέλει , τοὺς δ᾽ αὖτε καὶ ὑπνώοντας ἐγείρει:
345
τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς ἀργεϊφόντης.
346
αἶψα δ᾽ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,
347
βῆ δ᾽ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικὼς
348
πρῶτον ὑπηνήτῃ , τοῦ περ χαριεστάτη ἥβη.
349
οἳ δ᾽ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,
350
στῆσαν ἄρ᾽ ἡμιόνους τε καὶ ἵππους ὄφρα πίοιεν
351
ἐν ποταμῷ : δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.
352
τὸν δ᾽ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ
353
Ἑρμείαν , ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε:
354
φράζεο Δαρδανίδη : φραδέος νόου ἔργα τέτυκται.
355
ἄνδρ᾽ ὁρόω , τάχα δ᾽ ἄμμε διαρραίσεσθαι ὀΐω.
356
ἀλλ᾽ ἄγε δὴ φεύγωμεν ἐφ᾽ ἵππων , ἤ μιν ἔπειτα
357
γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ᾽ ἐλεήσῃ.
358
ὣς φάτο , σὺν δὲ γέροντι νόος χύτο , δείδιε δ᾽ αἰνῶς,
359
ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,
360
στῆ δὲ ταφών : αὐτὸς δ᾽ ἐριούνιος ἐγγύθεν ἐλθὼν
361
χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε:
362
πῇ πάτερ ὧδ᾽ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις
363
νύκτα δι᾽ ἀμβροσίην , ὅτε θ᾽ εὕδουσι βροτοὶ ἄλλοι;
364
οὐδὲ σύ γ᾽ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,
365
οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι;
366
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν
367
τοσσάδ᾽ ὀνείατ᾽ ἄγοντα , τίς ἂν δή τοι νόος εἴη;
368
οὔτ᾽ αὐτὸς νέος ἐσσί , γέρων δέ τοι οὗτος ὀπηδεῖ,
369
ἄνδρ᾽ ἀπαμύνασθαι , ὅτε τις πρότερος χαλεπήνῃ.
370
ἀλλ᾽ ἐγὼ οὐδέν σε ῥέξω κακά , καὶ δέ κεν ἄλλον
371
σεῦ ἀπαλεξήσαιμι : φίλῳ δέ σε πατρὶ ἐΐσκω.
372
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής:
373
οὕτω πῃ τάδε γ᾽ ἐστὶ φίλον τέκος ὡς ἀγορεύεις.
374
ἀλλ᾽ ἔτι τις καὶ ἐμεῖο θεῶν ὑπερέσχεθε χεῖρα,
375
ὅς μοι τοιόνδ᾽ ἧκεν ὁδοιπόρον ἀντιβολῆσαι
376
αἴσιον , οἷος δὴ σὺ δέμας καὶ εἶδος ἀγητός,
377
πέπνυσαί τε νόῳ , μακάρων δ᾽ ἔξεσσι τοκήων.
378
τὸν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης:
379
ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες.
380
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
381
ἠέ πῃ ἐκπέμπεις κειμήλια πολλὰ καὶ ἐσθλὰ
382
ἄνδρας ἐς ἀλλοδαποὺς ἵνα περ τάδε τοι σόα μίμνῃ,
383
ἦ ἤδη πάντες καταλείπετε Ἴλιον ἱρὴν
384
δειδιότες : τοῖος γὰρ ἀνὴρ ὤριστος ὄλωλε
385
σὸς πάϊς : οὐ μὲν γάρ τι μάχης ἐπιδεύετ᾽ Ἀχαιῶν.
386
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής:
387
τίς δὲ σύ ἐσσι φέριστε τέων δ᾽ ἔξεσσι τοκήων;
388
ὥς μοι καλὰ τὸν οἶτον ἀπότμου παιδὸς ἔνισπες.
389
τὸν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης:
390
πειρᾷ ἐμεῖο γεραιὲ καὶ εἴρεαι Ἕκτορα δῖον.
391
τὸν μὲν ἐγὼ μάλα πολλὰ μάχῃ ἔνι κυδιανείρῃ
392
ὀφθαλμοῖσιν ὄπωπα , καὶ εὖτ᾽ ἐπὶ νηυσὶν ἐλάσσας
393
Ἀργείους κτείνεσκε δαΐζων ὀξέϊ χαλκῷ:
394
ἡμεῖς δ᾽ ἑσταότες θαυμάζομεν : οὐ γὰρ Ἀχιλλεὺς
395
εἴα μάρνασθαι κεχολωμένος Ἀτρεΐωνι.
396
τοῦ γὰρ ἐγὼ θεράπων , μία δ᾽ ἤγαγε νηῦς εὐεργής:
397
Μυρμιδόνων δ᾽ ἔξειμι , πατὴρ δέ μοί ἐστι Πολύκτωρ.
398
ἀφνειὸς μὲν ὅ γ᾽ ἐστί , γέρων δὲ δὴ ὡς σύ περ ὧδε,
399
ἓξ δέ οἱ υἷες ἔασιν , ἐγὼ δέ οἱ ἕβδομός εἰμι:
400
τῶν μέτα παλλόμενος κλήρῳ λάχον ἐνθάδ᾽ ἕπεσθαι.
401
νῦν δ᾽ ἦλθον πεδίον δ᾽ ἀπὸ νηῶν : ἠῶθεν γὰρ
402
θήσονται περὶ ἄστυ μάχην ἑλίκωπες Ἀχαιοί.
403
ἀσχαλόωσι γὰρ οἵδε καθήμενοι , οὐδὲ δύνανται
404
ἴσχειν ἐσσυμένους πολέμου βασιλῆες Ἀχαιῶν.
405
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής:
406
εἰ μὲν δὴ θεράπων Πηληϊάδεω Ἀχιλῆος
407
εἴς , ἄγε δή μοι πᾶσαν ἀληθείην κατάλεξον,
408
ἢ ἔτι πὰρ νήεσσιν ἐμὸς πάϊς , ἦέ μιν ἤδη
409
ᾗσι κυσὶν μελεϊστὶ ταμὼν προύθηκεν Ἀχιλλεύς.
410
τὸν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης:
411
ὦ γέρον οὔ πω τόν γε κύνες φάγον οὐδ᾽ οἰωνοί,
412
ἀλλ᾽ ἔτι κεῖνος κεῖται Ἀχιλλῆος παρὰ νηῒ
413
αὔτως ἐν κλισίῃσι : δυωδεκάτη δέ οἱ ἠὼς
414
κειμένῳ , οὐδέ τί οἱ χρὼς σήπεται , οὐδέ μιν εὐλαὶ
415
ἔσθουσ᾽ , αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν.
416
ἦ μέν μιν περὶ σῆμα ἑοῦ ἑτάροιο φίλοιο
417
ἕλκει ἀκηδέστως ἠὼς ὅτε δῖα φανήῃ,
418
οὐδέ μιν αἰσχύνει : θηοῖό κεν αὐτὸς ἐπελθὼν
419
οἷον ἐερσήεις κεῖται , περὶ δ᾽ αἷμα νένιπται,
420
οὐδέ ποθι μιαρός : σὺν δ᾽ ἕλκεα πάντα μέμυκεν
421
ὅσσ᾽ ἐτύπη : πολέες γὰρ ἐν αὐτῷ χαλκὸν ἔλασσαν.
422
ὥς τοι κήδονται μάκαρες θεοὶ υἷος ἑῆος
423
καὶ νέκυός περ ἐόντος , ἐπεί σφι φίλος περὶ κῆρι.
424
ὣς φάτο , γήθησεν δ᾽ ὃ γέρων , καὶ ἀμείβετο μύθῳ:
425
ὦ τέκος , ἦ ῥ᾽ ἀγαθὸν καὶ ἐναίσιμα δῶρα διδοῦναι
426
ἀθανάτοις , ἐπεὶ οὔ ποτ᾽ ἐμὸς πάϊς , εἴ ποτ᾽ ἔην γε,
427
λήθετ᾽ ἐνὶ μεγάροισι θεῶν οἳ Ὄλυμπον ἔχουσι:
428
τώ οἱ ἀπεμνήσαντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
429
ἀλλ᾽ ἄγε δὴ τόδε δέξαι ἐμεῦ πάρα καλὸν ἄλεισον,
430
αὐτόν τε ῥῦσαι , πέμψον δέ με σύν γε θεοῖσιν,
431
ὄφρά κεν ἐς κλισίην Πηληϊάδεω ἀφίκωμαι.
432
τὸν δ᾽ αὖτε προσέειπε διάκτορος ἀργεϊφόντης:
433
πειρᾷ ἐμεῖο γεραιὲ νεωτέρου , οὐδέ με πείσεις,
434
ὅς με κέλῃ σέο δῶρα παρὲξ Ἀχιλῆα δέχεσθαι.
435
τὸν μὲν ἐγὼ δείδοικα καὶ αἰδέομαι περὶ κῆρι
436
συλεύειν , μή μοί τι κακὸν μετόπισθε γένηται.
437
σοὶ δ᾽ ἂν ἐγὼ πομπὸς καί κε κλυτὸν Ἄργος ἱκοίμην,
438
ἐνδυκέως ἐν νηῒ θοῇ ἢ πεζὸς ὁμαρτέων:
439
οὐκ ἄν τίς τοι πομπὸν ὀνοσσάμενος μαχέσαιτο.
440
ἦ καὶ ἀναΐξας ἐριούνιος ἅρμα καὶ ἵππους
441
καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν,
442
ἐν δ᾽ ἔπνευσ᾽ ἵπποισι καὶ ἡμιόνοις μένος ἠΰ.
443
ἀλλ᾽ ὅτε δὴ πύργους τε νεῶν καὶ τάφρον ἵκοντο,
444
οἳ δὲ νέον περὶ δόρπα φυλακτῆρες πονέοντο,
445
τοῖσι δ᾽ ἐφ᾽ ὕπνον ἔχευε διάκτορος ἀργεϊφόντης
446
πᾶσιν , ἄφαρ δ᾽ ὤϊξε πύλας καὶ ἀπῶσεν ὀχῆας,
447
ἐς δ᾽ ἄγαγε Πρίαμόν τε καὶ ἀγλαὰ δῶρ᾽ ἐπ᾽ ἀπήνης.
448
ἀλλ᾽ ὅτε δὴ κλισίην Πηληϊάδεω ἀφίκοντο
449
ὑψηλήν , τὴν Μυρμιδόνες ποίησαν ἄνακτι
450
δοῦρ᾽ ἐλάτης κέρσαντες : ἀτὰρ καθύπερθεν ἔρεψαν
451
λαχνήεντ᾽ ὄροφον λειμωνόθεν ἀμήσαντες:
452
ἀμφὶ δέ οἱ μεγάλην αὐλὴν ποίησαν ἄνακτι
453
σταυροῖσιν πυκινοῖσι : θύρην δ᾽ ἔχε μοῦνος ἐπιβλὴς
454
εἰλάτινος , τὸν τρεῖς μὲν ἐπιρρήσσεσκον Ἀχαιοί,
455
τρεῖς δ᾽ ἀναοίγεσκον μεγάλην κληῗδα θυράων
456
τῶν ἄλλων : Ἀχιλεὺς δ᾽ ἄρ᾽ ἐπιρρήσσεσκε καὶ οἶος:
457
δή ῥα τόθ᾽ Ἑρμείας ἐριούνιος ᾦξε γέροντι,
458
ἐς δ᾽ ἄγαγε κλυτὰ δῶρα ποδώκεϊ Πηλεΐωνι,
459
ἐξ ἵππων δ᾽ ἀπέβαινεν ἐπὶ χθόνα φώνησέν τε:
460
ὦ γέρον ἤτοι ἐγὼ θεὸς ἄμβροτος εἰλήλουθα
461
Ἑρμείας : σοὶ γάρ με πατὴρ ἅμα πομπὸν ὄπασσεν.
462
ἀλλ᾽ ἤτοι μὲν ἐγὼ πάλιν εἴσομαι , οὐδ᾽ Ἀχιλῆος
463
ὀφθαλμοὺς εἴσειμι : νεμεσσητὸν δέ κεν εἴη
464
ἀθάνατον θεὸν ὧδε βροτοὺς ἀγαπαζέμεν ἄντην:
465
τύνη δ᾽ εἰσελθὼν λαβὲ γούνατα Πηλεΐωνος,
466
καί μιν ὑπὲρ πατρὸς καὶ μητέρος ἠϋκόμοιο
467
λίσσεο καὶ τέκεος , ἵνα οἱ σὺν θυμὸν ὀρίνῃς.
468
ὣς ἄρα φωνήσας ἀπέβη πρὸς μακρὸν Ὄλυμπον
469
Ἑρμείας : Πρίαμος δ᾽ ἐξ ἵππων ἆλτο χαμᾶζε,
470
Ἰδαῖον δὲ κατ᾽ αὖθι λίπεν : ὃ δὲ μίμνεν ἐρύκων
471
ἵππους ἡμιόνους τε : γέρων δ᾽ ἰθὺς κίεν οἴκου,
472
τῇ ῥ᾽ Ἀχιλεὺς ἵζεσκε Διῒ φίλος : ἐν δέ μιν αὐτὸν
473
εὗρ᾽ , ἕταροι δ᾽ ἀπάνευθε καθήατο : τὼ δὲ δύ᾽ οἴω
474
ἥρως Αὐτομέδων τε καὶ Ἄλκιμος ὄζος Ἄρηος
475
ποίπνυον παρεόντε : νέον δ᾽ ἀπέληγεν ἐδωδῆς
476
ἔσθων καὶ πίνων : ἔτι καὶ παρέκειτο τράπεζα.
477
τοὺς δ᾽ ἔλαθ᾽ εἰσελθὼν Πρίαμος μέγας , ἄγχι δ᾽ ἄρα στὰς
478
χερσὶν Ἀχιλλῆος λάβε γούνατα καὶ κύσε χεῖρας
479
δεινὰς ἀνδροφόνους , αἵ οἱ πολέας κτάνον υἷας.
480
ὡς δ᾽ ὅτ᾽ ἂν ἄνδρ᾽ ἄτη πυκινὴ λάβῃ , ὅς τ᾽ ἐνὶ πάτρῃ
481
φῶτα κατακτείνας ἄλλων ἐξίκετο δῆμον
482
ἀνδρὸς ἐς ἀφνειοῦ , θάμβος δ᾽ ἔχει εἰσορόωντας,
483
ὣς Ἀχιλεὺς θάμβησεν ἰδὼν Πρίαμον θεοειδέα:
484
θάμβησαν δὲ καὶ ἄλλοι , ἐς ἀλλήλους δὲ ἴδοντο.
485
τὸν καὶ λισσόμενος Πρίαμος πρὸς μῦθον ἔειπε:
486
μνῆσαι πατρὸς σοῖο θεοῖς ἐπιείκελ᾽ Ἀχιλλεῦ,
487
τηλίκου ὥς περ ἐγών , ὀλοῷ ἐπὶ γήραος οὐδῷ:
488
καὶ μέν που κεῖνον περιναιέται ἀμφὶς ἐόντες
489
τείρουσ᾽ , οὐδέ τίς ἐστιν ἀρὴν καὶ λοιγὸν ἀμῦναι.
490
ἀλλ᾽ ἤτοι κεῖνός γε σέθεν ζώοντος ἀκούων
491
χαίρει τ᾽ ἐν θυμῷ , ἐπί τ᾽ ἔλπεται ἤματα πάντα
492
ὄψεσθαι φίλον υἱὸν ἀπὸ Τροίηθεν ἰόντα:
493
αὐτὰρ ἐγὼ πανάποτμος , ἐπεὶ τέκον υἷας ἀρίστους
494
Τροίῃ ἐν εὐρείῃ , τῶν δ᾽ οὔ τινά φημι λελεῖφθαι.
495
πεντήκοντά μοι ἦσαν ὅτ᾽ ἤλυθον υἷες Ἀχαιῶν:
496
ἐννεακαίδεκα μέν μοι ἰῆς ἐκ νηδύος ἦσαν,
497
τοὺς δ᾽ ἄλλους μοι ἔτικτον ἐνὶ μεγάροισι γυναῖκες.
498
τῶν μὲν πολλῶν θοῦρος Ἄρης ὑπὸ γούνατ᾽ ἔλυσεν:
499
ὃς δέ μοι οἶος ἔην , εἴρυτο δὲ ἄστυ καὶ αὐτούς,
500
τὸν σὺ πρῴην κτεῖνας ἀμυνόμενον περὶ πάτρης
501
Ἕκτορα : τοῦ νῦν εἵνεχ᾽ ἱκάνω νῆας Ἀχαιῶν
502
λυσόμενος παρὰ σεῖο , φέρω δ᾽ ἀπερείσι᾽ ἄποινα.
503
ἀλλ᾽ αἰδεῖο θεοὺς Ἀχιλεῦ , αὐτόν τ᾽ ἐλέησον
504
μνησάμενος σοῦ πατρός : ἐγὼ δ᾽ ἐλεεινότερός περ,
505
ἔτλην δ᾽ οἷ᾽ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,
506
ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ᾽ ὀρέγεσθαι.
507
ὣς φάτο , τῷ δ᾽ ἄρα πατρὸς ὑφ᾽ ἵμερον ὦρσε γόοιο:
508
ἁψάμενος δ᾽ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα.
509
τὼ δὲ μνησαμένω ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο
510
κλαῖ᾽ ἁδινὰ προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς,
511
αὐτὰρ Ἀχιλλεὺς κλαῖεν ἑὸν πατέρ᾽ , ἄλλοτε δ᾽ αὖτε
512
Πάτροκλον : τῶν δὲ στοναχὴ κατὰ δώματ᾽ ὀρώρει.
513
αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεύς,
514
καί οἱ ἀπὸ πραπίδων ἦλθ᾽ ἵμερος ἠδ᾽ ἀπὸ γυίων,
515
αὐτίκ᾽ ἀπὸ θρόνου ὦρτο , γέροντα δὲ χειρὸς ἀνίστη
516
οἰκτίρων πολιόν τε κάρη πολιόν τε γένειον,
517
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
518
ἆ δείλ᾽ , ἦ δὴ πολλὰ κάκ᾽ ἄνσχεο σὸν κατὰ θυμόν.
519
πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος
520
ἀνδρὸς ἐς ὀφθαλμοὺς ὅς τοι πολέας τε καὶ ἐσθλοὺς
521
υἱέας ἐξενάριξα ; σιδήρειόν νύ τοι ἦτορ.
522
ἀλλ᾽ ἄγε δὴ κατ᾽ ἄρ᾽ ἕζευ ἐπὶ θρόνου , ἄλγεα δ᾽ ἔμπης
523
ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ:
524
οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο:
525
ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι
526
ζώειν ἀχνυμένοις : αὐτοὶ δέ τ᾽ ἀκηδέες εἰσί.
527
δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει
528
δώρων οἷα δίδωσι κακῶν , ἕτερος δὲ ἑάων:
529
ᾧ μέν κ᾽ ἀμμίξας δώῃ Ζεὺς τερπικέραυνος,
530
ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται , ἄλλοτε δ᾽ ἐσθλῷ:
531
ᾧ δέ κε τῶν λυγρῶν δώῃ , λωβητὸν ἔθηκε,
532
καί ἑ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει,
533
φοιτᾷ δ᾽ οὔτε θεοῖσι τετιμένος οὔτε βροτοῖσιν.
534
ὣς μὲν καὶ Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
535
ἐκ γενετῆς : πάντας γὰρ ἐπ᾽ ἀνθρώπους ἐκέκαστο
536
ὄλβῳ τε πλούτῳ τε , ἄνασσε δὲ Μυρμιδόνεσσι,
537
καί οἱ θνητῷ ἐόντι θεὰν ποίησαν ἄκοιτιν.
538
ἀλλ᾽ ἐπὶ καὶ τῷ θῆκε θεὸς κακόν , ὅττί οἱ οὔ τι
539
παίδων ἐν μεγάροισι γονὴ γένετο κρειόντων,
540
ἀλλ᾽ ἕνα παῖδα τέκεν παναώριον : οὐδέ νυ τόν γε
541
γηράσκοντα κομίζω , ἐπεὶ μάλα τηλόθι πάτρης
542
ἧμαι ἐνὶ Τροίῃ , σέ τε κήδων ἠδὲ σὰ τέκνα.
543
καὶ σὲ γέρον τὸ πρὶν μὲν ἀκούομεν ὄλβιον εἶναι:
544
ὅσσον Λέσβος ἄνω Μάκαρος ἕδος ἐντὸς ἐέργει
545
καὶ Φρυγίη καθύπερθε καὶ Ἑλλήσποντος ἀπείρων,
546
τῶν σε γέρον πλούτῳ τε καὶ υἱάσι φασὶ κεκάσθαι.
547
αὐτὰρ ἐπεί τοι πῆμα τόδ᾽ ἤγαγον Οὐρανίωνες
548
αἰεί τοι περὶ ἄστυ μάχαι τ᾽ ἀνδροκτασίαι τε.
549
ἄνσχεο , μὴ δ᾽ ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν:
550
οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος,
551
οὐδέ μιν ἀνστήσεις , πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα.
552
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής:
553
μή πω μ᾽ ἐς θρόνον ἵζε διοτρεφὲς ὄφρά κεν Ἕκτωρ
554
κεῖται ἐνὶ κλισίῃσιν ἀκηδής , ἀλλὰ τάχιστα
555
λῦσον ἵν᾽ ὀφθαλμοῖσιν ἴδω : σὺ δὲ δέξαι ἄποινα
556
πολλά , τά τοι φέρομεν : σὺ δὲ τῶνδ᾽ ἀπόναιο , καὶ ἔλθοις
557
σὴν ἐς πατρίδα γαῖαν , ἐπεί με πρῶτον ἔασας
558
αὐτόν τε ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
559
τὸν δ᾽ ἄρ᾽ ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
560
μηκέτι νῦν μ᾽ ἐρέθιζε γέρον : νοέω δὲ καὶ αὐτὸς
561
Ἕκτορά τοι λῦσαι , Διόθεν δέ μοι ἄγγελος ἦλθε
562
μήτηρ , ἥ μ᾽ ἔτεκεν , θυγάτηρ ἁλίοιο γέροντος.
563
καὶ δέ σε γιγνώσκω Πρίαμε φρεσίν , οὐδέ με λήθεις,
564
ὅττι θεῶν τίς σ᾽ ἦγε θοὰς ἐπὶ νῆας Ἀχαιῶν.
565
οὐ γάρ κε τλαίη βροτὸς ἐλθέμεν , οὐδὲ μάλ᾽ ἡβῶν,
566
ἐς στρατόν : οὐδὲ γὰρ ἂν φυλάκους λάθοι , οὐδέ κ᾽ ὀχῆα
567
ῥεῖα μετοχλίσσειε θυράων ἡμετεράων.
568
τὼ νῦν μή μοι μᾶλλον ἐν ἄλγεσι θυμὸν ὀρίνῃς,
569
μή σε γέρον οὐδ᾽ αὐτὸν ἐνὶ κλισίῃσιν ἐάσω
570
καὶ ἱκέτην περ ἐόντα , Διὸς δ᾽ ἀλίτωμαι ἐφετμάς.
571
ὣς ἔφατ᾽ , ἔδεισεν δ᾽ ὃ γέρων καὶ ἐπείθετο μύθῳ.
572
Πηλεΐδης δ᾽ οἴκοιο λέων ὣς ἆλτο θύραζε
573
οὐκ οἶος , ἅμα τῷ γε δύω θεράποντες ἕποντο
574
ἥρως Αὐτομέδων ἠδ᾽ Ἄλκιμος , οὕς ῥα μάλιστα
575
τῖ᾽ Ἀχιλεὺς ἑτάρων μετὰ Πάτροκλόν γε θανόντα,
576
οἳ τόθ᾽ ὑπὸ ζυγόφιν λύον ἵππους ἡμιόνους τε,
577
ἐς δ᾽ ἄγαγον κήρυκα καλήτορα τοῖο γέροντος,
578
κὰδ δ᾽ ἐπὶ δίφρου εἷσαν : ἐϋξέστου δ᾽ ἀπ᾽ ἀπήνης
579
ᾕρεον Ἑκτορέης κεφαλῆς ἀπερείσι᾽ ἄποινα.
580
κὰδ δ᾽ ἔλιπον δύο φάρε᾽ ἐΰννητόν τε χιτῶνα,
581
ὄφρα νέκυν πυκάσας δοίη οἶκον δὲ φέρεσθαι.
582
δμῳὰς δ᾽ ἐκκαλέσας λοῦσαι κέλετ᾽ ἀμφί τ᾽ ἀλεῖψαι
583
νόσφιν ἀειράσας , ὡς μὴ Πρίαμος ἴδοι υἱόν,
584
μὴ ὃ μὲν ἀχνυμένῃ κραδίῃ χόλον οὐκ ἐρύσαιτο
585
παῖδα ἰδών , Ἀχιλῆϊ δ᾽ ὀρινθείη φίλον ἦτορ,
586
καί ἑ κατακτείνειε , Διὸς δ᾽ ἀλίτηται ἐφετμάς.
587
τὸν δ᾽ ἐπεὶ οὖν δμῳαὶ λοῦσαν καὶ χρῖσαν ἐλαίῳ,
588
ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλον ἠδὲ χιτῶνα,
589
αὐτὸς τόν γ᾽ Ἀχιλεὺς λεχέων ἐπέθηκεν ἀείρας,
590
σὺν δ᾽ ἕταροι ἤειραν ἐϋξέστην ἐπ᾽ ἀπήνην.
591
ᾤμωξέν τ᾽ ἄρ᾽ ἔπειτα , φίλον δ᾽ ὀνόμηνεν ἑταῖρον:
592
μή μοι Πάτροκλε σκυδμαινέμεν , αἴ κε πύθηαι
593
εἰν Ἄϊδός περ ἐὼν ὅτι Ἕκτορα δῖον ἔλυσα
594
πατρὶ φίλῳ , ἐπεὶ οὔ μοι ἀεικέα δῶκεν ἄποινα.
595
σοὶ δ᾽ αὖ ἐγὼ καὶ τῶνδ᾽ ἀποδάσσομαι ὅσσ᾽ ἐπέοικεν.
596
ἦ ῥα , καὶ ἐς κλισίην πάλιν ἤϊε δῖος Ἀχιλλεύς,
597
ἕζετο δ᾽ ἐν κλισμῷ πολυδαιδάλῳ ἔνθεν ἀνέστη
598
τοίχου τοῦ ἑτέρου , ποτὶ δὲ Πρίαμον φάτο μῦθον:
599
υἱὸς μὲν δή τοι λέλυται γέρον ὡς ἐκέλευες,
600
κεῖται δ᾽ ἐν λεχέεσσ᾽ : ἅμα δ᾽ ἠοῖ φαινομένηφιν
601
ὄψεαι αὐτὸς ἄγων : νῦν δὲ μνησώμεθα δόρπου.
602
καὶ γάρ τ᾽ ἠΰκομος Νιόβη ἐμνήσατο σίτου,
603
τῇ περ δώδεκα παῖδες ἐνὶ μεγάροισιν ὄλοντο
604
ἓξ μὲν θυγατέρες , ἓξ δ᾽ υἱέες ἡβώοντες.
605
τοὺς μὲν Ἀπόλλων πέφνεν ἀπ᾽ ἀργυρέοιο βιοῖο
606
χωόμενος Νιόβῃ , τὰς δ᾽ Ἄρτεμις ἰοχέαιρα,
607
οὕνεκ᾽ ἄρα Λητοῖ ἰσάσκετο καλλιπαρῄῳ:
608
φῆ δοιὼ τεκέειν , ἣ δ᾽ αὐτὴ γείνατο πολλούς:
609
τὼ δ᾽ ἄρα καὶ δοιώ περ ἐόντ᾽ ἀπὸ πάντας ὄλεσσαν.
610
οἳ μὲν ἄρ᾽ ἐννῆμαρ κέατ᾽ ἐν φόνῳ , οὐδέ τις ἦεν
611
κατθάψαι , λαοὺς δὲ λίθους ποίησε Κρονίων:
612
τοὺς δ᾽ ἄρα τῇ δεκάτῃ θάψαν θεοὶ Οὐρανίωνες.
613
ἣ δ᾽ ἄρα σίτου μνήσατ᾽ , ἐπεὶ κάμε δάκρυ χέουσα.
614
νῦν δέ που ἐν πέτρῃσιν ἐν οὔρεσιν οἰοπόλοισιν
615
ἐν Σιπύλῳ , ὅθι φασὶ θεάων ἔμμεναι εὐνὰς
616
νυμφάων , αἵ τ᾽ ἀμφ᾽ Ἀχελώϊον ἐρρώσαντο,
617
ἔνθα λίθος περ ἐοῦσα θεῶν ἐκ κήδεα πέσσει.
618
ἀλλ᾽ ἄγε δὴ καὶ νῶϊ μεδώμεθα δῖε γεραιὲ
619
σίτου : ἔπειτά κεν αὖτε φίλον παῖδα κλαίοισθα
620
Ἴλιον εἰσαγαγών : πολυδάκρυτος δέ τοι ἔσται.
621
ἦ καὶ ἀναΐξας ὄϊν ἄργυφον ὠκὺς Ἀχιλλεὺς
622
σφάξ᾽ : ἕταροι δ᾽ ἔδερόν τε καὶ ἄμφεπον εὖ κατὰ κόσμον,
623
μίστυλλόν τ᾽ ἄρ᾽ ἐπισταμένως πεῖράν τ᾽ ὀβελοῖσιν,
624
ὄπτησάν τε περιφραδέως , ἐρύσαντό τε πάντα.
625
Αὐτομέδων δ᾽ ἄρα σῖτον ἑλὼν ἐπένειμε τραπέζῃ
626
καλοῖς ἐν κανέοισιν : ἀτὰρ κρέα νεῖμεν Ἀχιλλεύς.
627
οἳ δ᾽ ἐπ᾽ ὀνείαθ᾽ ἑτοῖμα προκείμενα χεῖρας ἴαλλον.
628
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
629
ἤτοι Δαρδανίδης Πρίαμος θαύμαζ᾽ Ἀχιλῆα
630
ὅσσος ἔην οἷός τε : θεοῖσι γὰρ ἄντα ἐῴκει:
631
αὐτὰρ ὃ Δαρδανίδην Πρίαμον θαύμαζεν Ἀχιλλεὺς
632
εἰσορόων ὄψίν τ᾽ ἀγαθὴν καὶ μῦθον ἀκούων.
633
αὐτὰρ ἐπεὶ τάρπησαν ἐς ἀλλήλους ὁρόωντες,
634
τὸν πρότερος προσέειπε γέρων Πρίαμος θεοειδής:
635
λέξον νῦν με τάχιστα διοτρεφές , ὄφρα καὶ ἤδη
636
ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες:
637
οὐ γάρ πω μύσαν ὄσσε ὑπὸ βλεφάροισιν ἐμοῖσιν
638
ἐξ οὗ σῇς ὑπὸ χερσὶν ἐμὸς πάϊς ὤλεσε θυμόν,
639
ἀλλ᾽ αἰεὶ στενάχω καὶ κήδεα μυρία πέσσω
640
αὐλῆς ἐν χόρτοισι κυλινδόμενος κατὰ κόπρον.
641
νῦν δὴ καὶ σίτου πασάμην καὶ αἴθοπα οἶνον
642
λαυκανίης καθέηκα : πάρος γε μὲν οὔ τι πεπάσμην.
643
ἦ ῥ᾽ , Ἀχιλεὺς δ᾽ ἑτάροισιν ἰδὲ δμῳῇσι κέλευσε
644
δέμνι᾽ ὑπ᾽ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ
645
πορφύρε᾽ ἐμβαλέειν , στορέσαι τ᾽ ἐφύπερθε τάπητας,
646
χλαίνας τ᾽ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
647
αἳ δ᾽ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι,
648
αἶψα δ᾽ ἄρα στόρεσαν δοιὼ λέχε᾽ ἐγκονέουσαι.
649
τὸν δ᾽ ἐπικερτομέων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
650
ἐκτὸς μὲν δὴ λέξο γέρον φίλε , μή τις Ἀχαιῶν
651
ἐνθάδ᾽ ἐπέλθῃσιν βουληφόρος , οἵ τέ μοι αἰεὶ
652
βουλὰς βουλεύουσι παρήμενοι , ἣ θέμις ἐστί:
653
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν,
654
αὐτίκ᾽ ἂν ἐξείποι Ἀγαμέμνονι ποιμένι λαῶν,
655
καί κεν ἀνάβλησις λύσιος νεκροῖο γένηται.
656
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
657
ποσσῆμαρ μέμονας κτερεϊζέμεν Ἕκτορα δῖον,
658
ὄφρα τέως αὐτός τε μένω καὶ λαὸν ἐρύκω.
659
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα γέρων Πρίαμος θεοειδής:
660
εἰ μὲν δή μ᾽ ἐθέλεις τελέσαι τάφον Ἕκτορι δίῳ,
661
ὧδέ κέ μοι ῥέζων Ἀχιλεῦ κεχαρισμένα θείης.
662
οἶσθα γὰρ ὡς κατὰ ἄστυ ἐέλμεθα , τηλόθι δ᾽ ὕλη
663
ἀξέμεν ἐξ ὄρεος , μάλα δὲ Τρῶες δεδίασιν.
664
ἐννῆμαρ μέν κ᾽ αὐτὸν ἐνὶ μεγάροις γοάοιμεν,
665
τῇ δεκάτῃ δέ κε θάπτοιμεν δαινῦτό τε λαός,
666
ἑνδεκάτῃ δέ κε τύμβον ἐπ᾽ αὐτῷ ποιήσαιμεν,
667
τῇ δὲ δυωδεκάτῃ πολεμίξομεν εἴ περ ἀνάγκη.
668
τὸν δ᾽ αὖτε προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς:
669
ἔσται τοι καὶ ταῦτα γέρον Πρίαμ᾽ ὡς σὺ κελεύεις:
670
σχήσω γὰρ πόλεμον τόσσον χρόνον ὅσσον ἄνωγας.
671
ὣς ἄρα φωνήσας ἐπὶ καρπῷ χεῖρα γέροντος
672
ἔλλαβε δεξιτερήν , μή πως δείσει᾽ ἐνὶ θυμῷ.
673
οἳ μὲν ἄρ᾽ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο
674
κῆρυξ καὶ Πρίαμος πυκινὰ φρεσὶ μήδε᾽ ἔχοντες,
675
αὐτὰρ Ἀχιλλεὺς εὗδε μυχῷ κλισίης ἐϋπήκτου:
676
τῷ δὲ Βρισηῒς παρελέξατο καλλιπάρῃος.
677
ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
678
εὗδον παννύχιοι μαλακῷ δεδμημένοι ὕπνῳ:
679
ἀλλ᾽ οὐχ Ἑρμείαν ἐριούνιον ὕπνος ἔμαρπτεν
680
ὁρμαίνοντ᾽ ἀνὰ θυμὸν ὅπως Πρίαμον βασιλῆα
681
νηῶν ἐκπέμψειε λαθὼν ἱεροὺς πυλαωρούς.
682
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί μιν πρὸς μῦθον ἔειπεν:
683
ὦ γέρον οὔ νύ τι σοί γε μέλει κακόν , οἷον ἔθ᾽ εὕδεις
684
ἀνδράσιν ἐν δηΐοισιν , ἐπεί σ᾽ εἴασεν Ἀχιλλεύς.
685
καὶ νῦν μὲν φίλον υἱὸν ἐλύσαο , πολλὰ δ᾽ ἔδωκας:
686
σεῖο δέ κε ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα
687
παῖδες τοὶ μετόπισθε λελειμμένοι , αἴ κ᾽ Ἀγαμέμνων
688
γνώῃ σ᾽ Ἀτρεΐδης , γνώωσι δὲ πάντες Ἀχαιοί.
689
ὣς ἔφατ᾽ , ἔδεισεν δ᾽ ὃ γέρων , κήρυκα δ᾽ ἀνίστη.
690
τοῖσιν δ᾽ Ἑρμείας ζεῦξ᾽ ἵππους ἡμιόνους τε,
691
ῥίμφα δ᾽ ἄρ᾽ αὐτὸς ἔλαυνε κατὰ στρατόν , οὐδέ τις ἔγνω.
692
ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
693
Ξάνθου δινήεντος , ὃν ἀθάνατος τέκετο Ζεύς,
694
Ἑρμείας μὲν ἔπειτ᾽ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
695
Ἠὼς δὲ κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ᾽ αἶαν,
696
οἳ δ᾽ εἰς ἄστυ ἔλων οἰμωγῇ τε στοναχῇ τε
697
ἵππους , ἡμίονοι δὲ νέκυν φέρον . οὐδέ τις ἄλλος
698
ἔγνω πρόσθ᾽ ἀνδρῶν καλλιζώνων τε γυναικῶν,
699
ἀλλ᾽ ἄρα Κασσάνδρη ἰκέλη χρυσῇ Ἀφροδίτῃ
700
Πέργαμον εἰσαναβᾶσα φίλον πατέρ᾽ εἰσενόησεν
701
ἑσταότ᾽ ἐν δίφρῳ , κήρυκά τε ἀστυβοώτην:
702
τὸν δ᾽ ἄρ᾽ ἐφ᾽ ἡμιόνων ἴδε κείμενον ἐν λεχέεσσι:
703
κώκυσέν τ᾽ ἄρ᾽ ἔπειτα γέγωνέ τε πᾶν κατὰ ἄστυ:
704
ὄψεσθε Τρῶες καὶ Τρῳάδες Ἕκτορ᾽ ἰόντες,
705
εἴ ποτε καὶ ζώοντι μάχης ἐκνοστήσαντι
706
χαίρετ᾽ , ἐπεὶ μέγα χάρμα πόλει τ᾽ ἦν παντί τε δήμῳ.
707
ὣς ἔφατ᾽ , οὐδέ τις αὐτόθ᾽ ἐνὶ πτόλεϊ λίπετ᾽ ἀνὴρ
708
οὐδὲ γυνή : πάντας γὰρ ἀάσχετον ἵκετο πένθος:
709
ἀγχοῦ δὲ ξύμβληντο πυλάων νεκρὸν ἄγοντι.
710
πρῶται τόν γ᾽ ἄλοχός τε φίλη καὶ πότνια μήτηρ
711
τιλλέσθην ἐπ᾽ ἄμαξαν ἐΰτροχον ἀΐξασαι
712
ἁπτόμεναι κεφαλῆς : κλαίων δ᾽ ἀμφίσταθ᾽ ὅμιλος.
713
καί νύ κε δὴ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
714
Ἕκτορα δάκρυ χέοντες ὀδύροντο πρὸ πυλάων,
715
εἰ μὴ ἄρ᾽ ἐκ δίφροιο γέρων λαοῖσι μετηύδα:
716
εἴξατέ μοι οὐρεῦσι διελθέμεν : αὐτὰρ ἔπειτα
717
ἄσεσθε κλαυθμοῖο , ἐπὴν ἀγάγωμι δόμον δέ.
718
ὣς ἔφαθ᾽ , οἳ δὲ διέστησαν καὶ εἶξαν ἀπήνῃ.
719
οἳ δ᾽ ἐπεὶ εἰσάγαγον κλυτὰ δώματα , τὸν μὲν ἔπειτα
720
τρητοῖς ἐν λεχέεσσι θέσαν , παρὰ δ᾽ εἷσαν ἀοιδοὺς
721
θρήνων ἐξάρχους , οἵ τε στονόεσσαν ἀοιδὴν
722
οἳ μὲν ἄρ᾽ ἐθρήνεον , ἐπὶ δὲ στενάχοντο γυναῖκες.
723
τῇσιν δ᾽ Ἀνδρομάχη λευκώλενος ἦρχε γόοιο
724
Ἕκτορος ἀνδροφόνοιο κάρη μετὰ χερσὶν ἔχουσα:
725
ἆνερ ἀπ᾽ αἰῶνος νέος ὤλεο , κὰδ δέ με χήρην
726
λείπεις ἐν μεγάροισι : πάϊς δ᾽ ἔτι νήπιος αὔτως
727
ὃν τέκομεν σύ τ᾽ ἐγώ τε δυσάμμοροι , οὐδέ μιν οἴω
728
ἥβην ἵξεσθαι : πρὶν γὰρ πόλις ἥδε κατ᾽ ἄκρης
729
πέρσεται : ἦ γὰρ ὄλωλας ἐπίσκοπος , ὅς τέ μιν αὐτὴν
730
ῥύσκευ , ἔχες δ᾽ ἀλόχους κεδνὰς καὶ νήπια τέκνα,
731
αἳ δή τοι τάχα νηυσὶν ὀχήσονται γλαφυρῇσι,
732
καὶ μὲν ἐγὼ μετὰ τῇσι : σὺ δ᾽ αὖ τέκος ἢ ἐμοὶ αὐτῇ
733
ἕψεαι , ἔνθά κεν ἔργα ἀεικέα ἐργάζοιο
734
ἀθλεύων πρὸ ἄνακτος ἀμειλίχου , ἤ τις Ἀχαιῶν
735
ῥίψει χειρὸς ἑλὼν ἀπὸ πύργου λυγρὸν ὄλεθρον
736
χωόμενος , ᾧ δή που ἀδελφεὸν ἔκτανεν Ἕκτωρ
737
ἢ πατέρ᾽ ἠὲ καὶ υἱόν , ἐπεὶ μάλα πολλοὶ Ἀχαιῶν
738
Ἕκτορος ἐν παλάμῃσιν ὀδὰξ ἕλον ἄσπετον οὖδας.
739
οὐ γὰρ μείλιχος ἔσκε πατὴρ τεὸς ἐν δαῒ λυγρῇ:
740
τὼ καί μιν λαοὶ μὲν ὀδύρονται κατὰ ἄστυ,
741
ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας
742
Ἕκτορ : ἐμοὶ δὲ μάλιστα λελείψεται ἄλγεα λυγρά.
743
οὐ γάρ μοι θνῄσκων λεχέων ἐκ χεῖρας ὄρεξας,
744
οὐδέ τί μοι εἶπες πυκινὸν ἔπος , οὗ τέ κεν αἰεὶ
745
μεμνῄμην νύκτάς τε καὶ ἤματα δάκρυ χέουσα.
746
ὣς ἔφατο κλαίουσ᾽ , ἐπὶ δὲ στενάχοντο γυναῖκες.
747
τῇσιν δ᾽ αὖθ᾽ Ἑκάβη ἁδινοῦ ἐξῆρχε γόοιο:
748
Ἕκτορ ἐμῷ θυμῷ πάντων πολὺ φίλτατε παίδων,
749
ἦ μέν μοι ζωός περ ἐὼν φίλος ἦσθα θεοῖσιν:
750
οἳ δ᾽ ἄρα σεῦ κήδοντο καὶ ἐν θανάτοιό περ αἴσῃ.
751
ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς
752
πέρνασχ᾽ ὅν τιν᾽ ἕλεσκε πέρην ἁλὸς ἀτρυγέτοιο,
753
ἐς Σάμον ἔς τ᾽ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν:
754
σεῦ δ᾽ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,
755
πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ᾽ ἑτάροιο
756
Πατρόκλου , τὸν ἔπεφνες : ἀνέστησεν δέ μιν οὐδ᾽ ὧς.
757
νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
758
κεῖσαι , τῷ ἴκελος ὅν τ᾽ ἀργυρότοξος Ἀπόλλων
759
οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.
760
ὣς ἔφατο κλαίουσα , γόον δ᾽ ἀλίαστον ὄρινε.
761
τῇσι δ᾽ ἔπειθ᾽ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο:
762
Ἕκτορ ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,
763
ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,
764
ὅς μ᾽ ἄγαγε Τροίηνδ᾽ : ὡς πρὶν ὤφελλον ὀλέσθαι.
765
ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν
766
ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης:
767
ἀλλ᾽ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ᾽ ἀσύφηλον:
768
ἀλλ᾽ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
769
δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,
770
ἢ ἑκυρή , ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί,
771
ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες
772
σῇ τ᾽ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.
773
τὼ σέ θ᾽ ἅμα κλαίω καὶ ἔμ᾽ ἄμμορον ἀχνυμένη κῆρ:
774
οὐ γάρ τίς μοι ἔτ᾽ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ
775
ἤπιος οὐδὲ φίλος , πάντες δέ με πεφρίκασιν.
776
ὣς ἔφατο κλαίουσ᾽ , ἐπὶ δ᾽ ἔστενε δῆμος ἀπείρων.
777
λαοῖσιν δ᾽ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν:
778
ἄξετε νῦν Τρῶες ξύλα ἄστυ δέ , μὴ δέ τι θυμῷ
779
δείσητ᾽ Ἀργείων πυκινὸν λόχον : ἦ γὰρ Ἀχιλλεὺς
780
πέμπων μ᾽ ὧδ᾽ ἐπέτελλε μελαινάων ἀπὸ νηῶν
781
μὴ πρὶν πημανέειν πρὶν δωδεκάτη μόλῃ ἠώς.
782
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ὑπ᾽ ἀμάξῃσιν βόας ἡμιόνους τε
783
ζεύγνυσαν , αἶψα δ᾽ ἔπειτα πρὸ ἄστεος ἠγερέθοντο.
784
ἐννῆμαρ μὲν τοί γε ἀγίνεον ἄσπετον ὕλην:
785
ἀλλ᾽ ὅτε δὴ δεκάτη ἐφάνη φαεσίμβροτος ἠώς,
786
καὶ τότ᾽ ἄρ᾽ ἐξέφερον θρασὺν Ἕκτορα δάκρυ χέοντες,
787
ἐν δὲ πυρῇ ὑπάτῃ νεκρὸν θέσαν , ἐν δ᾽ ἔβαλον πῦρ.
788
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
789
τῆμος ἄρ᾽ ἀμφὶ πυρὴν κλυτοῦ Ἕκτορος ἔγρετο λαός.
790
αὐτὰρ ἐπεί ῥ᾽ ἤγερθεν ὁμηγερέες τ᾽ ἐγένοντο
791
πρῶτον μὲν κατὰ πυρκαϊὴν σβέσαν αἴθοπι οἴνῳ
792
πᾶσαν , ὁπόσσον ἐπέσχε πυρὸς μένος : αὐτὰρ ἔπειτα
793
ὀστέα λευκὰ λέγοντο κασίγνητοί θ᾽ ἕταροί τε
794
μυρόμενοι , θαλερὸν δὲ κατείβετο δάκρυ παρειῶν.
795
καὶ τά γε χρυσείην ἐς λάρνακα θῆκαν ἑλόντες
796
πορφυρέοις πέπλοισι καλύψαντες μαλακοῖσιν.
797
αἶψα δ᾽ ἄρ᾽ ἐς κοίλην κάπετον θέσαν , αὐτὰρ ὕπερθε
798
πυκνοῖσιν λάεσσι κατεστόρεσαν μεγάλοισι:
799
ῥίμφα δὲ σῆμ᾽ ἔχεαν , περὶ δὲ σκοποὶ ἥατο πάντῃ,
800
μὴ πρὶν ἐφορμηθεῖεν ἐϋκνήμιδες Ἀχαιοί.
801
χεύαντες δὲ τὸ σῆμα πάλιν κίον : αὐτὰρ ἔπειτα
802
εὖ συναγειρόμενοι δαίνυντ᾽ ἐρικυδέα δαῖτα
803
δώμασιν ἐν Πριάμοιο διοτρεφέος βασιλῆος.
804
ὣς οἵ γ᾽ ἀμφίεπον τάφον Ἕκτορος ἱπποδάμοιο.