Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μνηστῆρες , τοῖσιν μὲν ἐνὶ φρεσὶν ἄλλα μεμήλει,
μολπή τ᾽ ὀρχηστύς τε : τὰ γὰρ τ᾽ ἀναθήματα δαιτός:
κῆρυξ δ᾽ ἐν χερσὶν κίθαριν περικαλλέα θῆκεν
Φημίῳ , ὅς ῥ᾽ ἤειδε παρὰ μνηστῆρσιν ἀνάγκῃ.
155
τοι φορμίζων ἀνεβάλλετο καλὸν ἀείδειν.
αὐτὰρ Τηλέμαχος προσέφη γλαυκῶπιν Ἀθήνην,
ἄγχι σχὼν κεφαλήν , ἵνα μὴ πευθοίαθ᾽ οἱ ἄλλοι:
ξεῖνε φίλ᾽ , καὶ μοι νεμεσήσεαι ὅττι κεν εἴπω;
τούτοισιν μὲν ταῦτα μέλει , κίθαρις καὶ ἀοιδή,
160
ῥεῖ᾽ , ἐπεὶ ἀλλότριον βίοτον νήποινον ἔδουσιν,
ἀνέρος , οὗ δή που λεύκ᾽ ὀστέα πύθεται ὄμβρῳ
κείμεν᾽ ἐπ᾽ ἠπείρου , εἰν ἁλὶ κῦμα κυλίνδει.
εἰ κεῖνόν γ᾽ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα,
πάντες κ᾽ ἀρησαίατ᾽ ἐλαφρότεροι πόδας εἶναι
165
ἀφνειότεροι χρυσοῖό τε ἐσθῆτός τε.
νῦν δ᾽ μὲν ὣς ἀπόλωλε κακὸν μόρον , οὐδέ τις ἡμῖν
θαλπωρή , εἴ πέρ τις ἐπιχθονίων ἀνθρώπων
φῇσιν ἐλεύσεσθαι : τοῦ δ᾽ ὤλετο νόστιμον ἦμαρ.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
170
τίς πόθεν εἰς ἀνδρῶν ; πόθι τοι πόλις ἠδὲ τοκῆες;
ὁπποίης τ᾽ ἐπὶ νηὸς ἀφίκεο : πῶς δέ σε ναῦται
ἤγαγον εἰς Ἰθάκην ; τίνες ἔμμεναι εὐχετόωντο;
οὐ μὲν γὰρ τί σε πεζὸν ὀίομαι ἐνθάδ᾽ ἱκέσθαι.
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον , ὄφρ᾽ ἐὺ εἰδῶ,
175
ἠὲ νέον μεθέπεις καὶ πατρώιός ἐσσι
ξεῖνος , ἐπεὶ πολλοὶ ἴσαν ἀνέρες ἡμέτερον δῶ
ἄλλοι , ἐπεὶ καὶ κεῖνος ἐπίστροφος ἦν ἀνθρώπων.”
τὸν δ᾽ αὖτε προσέειπε θεά , γλαυκῶπις Ἀθήνη:
τοιγὰρ ἐγώ τοι ταῦτα μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
180
Μέντης Ἀγχιάλοιο δαΐφρονος εὔχομαι εἶναι