Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἀργείων οἱ ἄριστοι ἔβαν κοίλῃς ἐνὶ νηυσίν:
ἐκ τοῦ δ᾽ οὔτ᾽ Ὀδυσῆα ἐγὼν ἴδον οὔτ᾽ ἔμ᾽ ἐκεῖνος.”
τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
τοιγὰρ ἐγώ τοι , ξεῖνε , μάλ᾽ ἀτρεκέως ἀγορεύσω.
215
μήτηρ μέν τέ μέ φησι τοῦ ἔμμεναι , αὐτὰρ ἐγώ γε
οὐκ οἶδ᾽ : οὐ γάρ πώ τις ἑὸν γόνον αὐτὸς ἀνέγνω.
ὡς δὴ ἐγώ γ᾽ ὄφελον μάκαρός νύ τευ ἔμμεναι υἱὸς
ἀνέρος , ὃν κτεάτεσσιν ἑοῖς ἔπι γῆρας ἔτετμε.
νῦν δ᾽ ὃς ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων,
220
τοῦ μ᾽ ἔκ φασι γενέσθαι , ἐπεὶ σύ με τοῦτ᾽ ἐρεείνεις.”
τὸν δ᾽ αὖτε προσέειπε θεά , γλαυκῶπις Ἀθήνη:
οὐ μέν τοι γενεήν γε θεοὶ νώνυμνον ὀπίσσω
θῆκαν , ἐπεὶ σέ γε τοῖον ἐγείνατο Πηνελόπεια.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
225
τίς δαίς , τίς δὲ ὅμιλος ὅδ᾽ ἔπλετο ; τίπτε δέ σε χρεώ;
εἰλαπίνη ἠὲ γάμος ; ἐπεὶ οὐκ ἔρανος τάδε γ᾽ ἐστίν:
ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι
δαίνυσθαι κατὰ δῶμα . νεμεσσήσαιτό κεν ἀνὴρ
αἴσχεα πόλλ᾽ ὁρόων , ὅς τις πινυτός γε μετέλθοι.”
230
τὴν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
ξεῖν᾽ , ἐπεὶ ἂρ δὴ ταῦτά μ᾽ ἀνείρεαι ἠδὲ μεταλλᾷς,
μέλλεν μέν ποτε οἶκος ὅδ᾽ ἀφνειὸς καὶ ἀμύμων
ἔμμεναι , ὄφρ᾽ ἔτι κεῖνος ἀνὴρ ἐπιδήμιος ἦεν:
νῦν δ᾽ ἑτέρως ἐβόλοντο θεοὶ κακὰ μητιόωντες,
235
οἳ κεῖνον μὲν ἄιστον ἐποίησαν περὶ πάντων
ἀνθρώπων , ἐπεὶ οὔ κε θανόντι περ ὧδ᾽ ἀκαχοίμην,
εἰ μετὰ οἷς ἑτάροισι δάμη Τρώων ἐνὶ δήμῳ,
ἠὲ φίλων ἐν χερσίν , ἐπεὶ πόλεμον τολύπευσεν.
τῷ κέν οἱ τύμβον μὲν ἐποίησαν Παναχαιοί,
240
ἠδέ κε καὶ παιδὶ μέγα κλέος ἤρατ᾽ ὀπίσσω.