Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
νῦν δέ μιν ἀκλειῶς ἅρπυιαι ἀνηρείψαντο:
οἴχετ᾽ ἄιστος ἄπυστος , ἐμοὶ δ᾽ ὀδύνας τε γόους τε
κάλλιπεν . οὐδέ τι κεῖνον ὀδυρόμενος στεναχίζω
οἶον , ἐπεί νύ μοι ἄλλα θεοὶ κακὰ κήδε᾽ ἔτευξαν.
245
ὅσσοι γὰρ νήσοισιν ἐπικρατέουσιν ἄριστοι,
Δουλιχίῳ τε Σάμῃ τε καὶ ὑλήεντι Ζακύνθῳ,
ἠδ᾽ ὅσσοι κραναὴν Ἰθάκην κάτα κοιρανέουσιν,
τόσσοι μητέρ᾽ ἐμὴν μνῶνται , τρύχουσι δὲ οἶκον.
δ᾽ οὔτ᾽ ἀρνεῖται στυγερὸν γάμον οὔτε τελευτὴν
250
ποιῆσαι δύναται : τοὶ δὲ φθινύθουσιν ἔδοντες
οἶκον ἐμόν : τάχα δή με διαρραίσουσι καὶ αὐτόν.”
τὸν δ᾽ ἐπαλαστήσασα προσηύδα Παλλὰς Ἀθήνη:
πόποι , δὴ πολλὸν ἀποιχομένου Ὀδυσῆος
δεύῃ , κε μνηστῆρσιν ἀναιδέσι χεῖρας ἐφείη.
255
εἰ γὰρ νῦν ἐλθὼν δόμου ἐν πρώτῃσι θύρῃσι
σταίη , ἔχων πήληκα καὶ ἀσπίδα καὶ δύο δοῦρε,
τοῖος ἐὼν οἷόν μιν ἐγὼ τὰ πρῶτ᾽ ἐνόησα
οἴκῳ ἐν ἡμετέρῳ πίνοντά τε τερπόμενόν τε,
ἐξ Ἐφύρης ἀνιόντα παρ᾽ Ἴλου Μερμερίδαο
260
ᾤχετο γὰρ καὶ κεῖσε θοῆς ἐπὶ νηὸς Ὀδυσσεὺς
φάρμακον ἀνδροφόνον διζήμενος , ὄφρα οἱ εἴη
ἰοὺς χρίεσθαι χαλκήρεας : ἀλλ᾽ μὲν οὔ οἱ
δῶκεν , ἐπεί ῥα θεοὺς νεμεσίζετο αἰὲν ἐόντας,
ἀλλὰ πατήρ οἱ δῶκεν ἐμός : φιλέεσκε γὰρ αἰνῶσ
265
τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς:
πάντες κ᾽ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
ἀλλ᾽ τοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
κεν νοστήσας ἀποτίσεται , ἦε καὶ οὐκί,
οἷσιν ἐνὶ μεγάροισι : σὲ δὲ φράζεσθαι ἄνωγα,
270
ὅππως κε μνηστῆρας ἀπώσεαι ἐκ μεγάροιο.