Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τοῦ γ᾽ ἐπιμνησθεὶς ἔπε᾽ ἀθανάτοισι μετηύδα:
πόποι , οἷον δή νυ θεοὺς βροτοὶ αἰτιόωνται:
ἐξ ἡμέων γάρ φασι κάκ᾽ ἔμμεναι , οἱ δὲ καὶ αὐτοὶ
σφῇσιν ἀτασθαλίῃσιν ὑπὲρ μόρον ἄλγε᾽ ἔχουσιν,
35
ὡς καὶ νῦν Αἴγισθος ὑπὲρ μόρον Ἀτρεΐδαο
γῆμ᾽ ἄλοχον μνηστήν , τὸν δ᾽ ἔκτανε νοστήσαντα,
εἰδὼς αἰπὺν ὄλεθρον , ἐπεὶ πρό οἱ εἴπομεν ἡμεῖς,
Ἑρμείαν πέμψαντες , ἐύσκοπον ἀργεϊφόντην,
μήτ᾽ αὐτὸν κτείνειν μήτε μνάασθαι ἄκοιτιν:
40
ἐκ γὰρ Ὀρέσταο τίσις ἔσσεται Ἀτρεΐδαο,
ὁππότ᾽ ἂν ἡβήσῃ τε καὶ ἧς ἱμείρεται αἴης.
ὣς ἔφαθ᾽ Ἑρμείας , ἀλλ᾽ οὐ φρένας Αἰγίσθοιο
πεῖθ᾽ ἀγαθὰ φρονέων : νῦν δ᾽ ἁθρόα πάντ᾽ ἀπέτισεν.”
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεά , γλαυκῶπις Ἀθήνη:
45
πάτερ ἡμέτερε Κρονίδη , ὕπατε κρειόντων,
καὶ λίην κεῖνός γε ἐοικότι κεῖται ὀλέθρῳ:
ὡς ἀπόλοιτο καὶ ἄλλος , ὅτις τοιαῦτά γε ῥέζοι:
ἀλλά μοι ἀμφ᾽ Ὀδυσῆι δαΐφρονι δαίεται ἦτορ,
δυσμόρῳ , ὃς δὴ δηθὰ φίλων ἄπο πήματα πάσχει
50
νήσῳ ἐν ἀμφιρύτῃ , ὅθι τ᾽ ὀμφαλός ἐστι θαλάσσης.
νῆσος δενδρήεσσα , θεὰ δ᾽ ἐν δώματα ναίει,
Ἄτλαντος θυγάτηρ ὀλοόφρονος , ὅς τε θαλάσσης
πάσης βένθεα οἶδεν , ἔχει δέ τε κίονας αὐτὸς
μακράς , αἳ γαῖάν τε καὶ οὐρανὸν ἀμφὶς ἔχουσιν.
55
τοῦ θυγάτηρ δύστηνον ὀδυρόμενον κατερύκει,
αἰεὶ δὲ μαλακοῖσι καὶ αἱμυλίοισι λόγοισιν
θέλγει , ὅπως Ἰθάκης ἐπιλήσεται : αὐτὰρ Ὀδυσσεύς,
ἱέμενος καὶ καπνὸν ἀποθρῴσκοντα νοῆσαι
ἧς γαίης , θανέειν ἱμείρεται . οὐδέ νυ σοί περ
60
ἐντρέπεται φίλον ἦτορ , Ὀλύμπιε . οὔ νύ τ᾽ Ὀδυσσεὺς