Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
φῂς τοῦτο κάκιστον ἐν ἀνθρώποισι τετύχθαι;
οὐ μὲν γάρ τι κακὸν βασιλευέμεν : αἶψά τέ οἱ δῶ
ἀφνειὸν πέλεται καὶ τιμηέστερος αὐτός.
ἀλλ᾽ τοι βασιλῆες Ἀχαιῶν εἰσὶ καὶ ἄλλοι
395
πολλοὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ , νέοι ἠδὲ παλαιοί,
τῶν κέν τις τόδ᾽ ἔχῃσιν , ἐπεὶ θάνε δῖος Ὀδυσσεύς:
αὐτὰρ ἐγὼν οἴκοιο ἄναξ ἔσομ᾽ ἡμετέροιο
καὶ δμώων , οὕς μοι ληίσσατο δῖος Ὀδυσσεύς.”
τὸν δ᾽ αὖτ᾽ Εὐρύμαχος Πολύβου πάϊς ἀντίον ηὔδα:
400
Τηλέμαχ᾽ , τοι ταῦτα θεῶν ἐν γούνασι κεῖται,
ὅς τις ἐν ἀμφιάλῳ Ἰθάκῃ βασιλεύσει Ἀχαιῶν:
κτήματα δ᾽ αὐτὸς ἔχοις καὶ δώμασιν οἷσιν ἀνάσσοις.
μὴ γὰρ γ᾽ ἔλθοι ἀνὴρ ὅς τίς σ᾽ ἀέκοντα βίηφιν
κτήματ᾽ ἀπορραίσει , Ἰθάκης ἔτι ναιετοώσης.
405
ἀλλ᾽ ἐθέλω σε , φέριστε , περὶ ξείνοιο ἐρέσθαι,
ὁππόθεν οὗτος ἀνήρ , ποίης δ᾽ ἐξ εὔχεται εἶναι
γαίης , ποῦ δέ νύ οἱ γενεὴ καὶ πατρὶς ἄρουρα.
ἠέ τιν᾽ ἀγγελίην πατρὸς φέρει ἐρχομένοιο,
ἑὸν αὐτοῦ χρεῖος ἐελδόμενος τόδ᾽ ἱκάνει;
410
οἷον ἀναΐξας ἄφαρ οἴχεται , οὐδ᾽ ὑπέμεινε
γνώμεναι : οὐ μὲν γάρ τι κακῷ εἰς ὦπα ἐῴκει.”
τὸν δ᾽ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα:
Εὐρύμαχ᾽ , τοι νόστος ἀπώλετο πατρὸς ἐμοῖο:
οὔτ᾽ οὖν ἀγγελίῃ ἔτι πείθομαι , εἴ ποθεν ἔλθοι,
415
οὔτε θεοπροπίης ἐμπάζομαι , ἥν τινα μήτηρ
ἐς μέγαρον καλέσασα θεοπρόπον ἐξερέηται.
ξεῖνος δ᾽ οὗτος ἐμὸς πατρώιος ἐκ Τάφου ἐστίν,
Μέντης δ᾽ Ἀγχιάλοιο δαΐφρονος εὔχεται εἶναι
υἱός , ἀτὰρ Ταφίοισι φιληρέτμοισιν ἀνάσσει.”
420
ὣς φάτο Τηλέμαχος , φρεσὶ δ᾽ ἀθανάτην θεὸν ἔγνω.