Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἱ δ᾽ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν
τρεψάμενοι τέρποντο , μένον δ᾽ ἐπὶ ἕσπερον ἐλθεῖν.
τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθε:
δὴ τότε κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος.
425
Τηλέμαχος δ᾽ , ὅθι οἱ θάλαμος περικαλλέος αὐλῆς
ὑψηλὸς δέδμητο περισκέπτῳ ἐνὶ χώρῳ,
ἔνθ᾽ ἔβη εἰς εὐνὴν πολλὰ φρεσὶ μερμηρίζων.
τῷ δ᾽ ἄρ᾽ ἅμ᾽ αἰθομένας δαΐδας φέρε κεδνὰ ἰδυῖα
Εὐρύκλει᾽ , Ὦπος θυγάτηρ Πεισηνορίδαο,
430
τήν ποτε Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν
πρωθήβην ἔτ᾽ ἐοῦσαν , ἐεικοσάβοια δ᾽ ἔδωκεν,
ἶσα δέ μιν κεδνῇ ἀλόχῳ τίεν ἐν μεγάροισιν,
εὐνῇ δ᾽ οὔ ποτ᾽ ἔμικτο , χόλον δ᾽ ἀλέεινε γυναικός:
οἱ ἅμ᾽ αἰθομένας δαΐδας φέρε , καί μάλιστα
435
δμῳάων φιλέεσκε , καὶ ἔτρεφε τυτθὸν ἐόντα.
ὤιξεν δὲ θύρας θαλάμου πύκα ποιητοῖο,
ἕζετο δ᾽ ἐν λέκτρῳ , μαλακὸν δ᾽ ἔκδυνε χιτῶνα:
καὶ τὸν μὲν γραίης πυκιμηδέος ἔμβαλε χερσίν.
μὲν τὸν πτύξασα καὶ ἀσκήσασα χιτῶνα,
440
πασσάλῳ ἀγκρεμάσασα παρὰ τρητοῖσι λέχεσσι
βῆ ῥ᾽ ἴμεν ἐκ θαλάμοιο , θύρην δ᾽ ἐπέρυσσε κορώνῃ
ἀργυρέῃ , ἐπὶ δὲ κληῖδ᾽ ἐτάνυσσεν ἱμάντι.
ἔνθ᾽ γε παννύχιος , κεκαλυμμένος οἰὸς ἀώτῳ,
βούλευε φρεσὶν ᾗσιν ὁδὸν τὴν πέφραδ᾽ Ἀθήνη.