Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πᾶσι μνηστήρεσσιν ἀπειπέμεν , οἵ τέ οἱ αἰεὶ
μῆλ᾽ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς.
πέμψω δ᾽ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα
νόστον πευσόμενον πατρὸς φίλου , ἤν που ἀκούσῃ,
95
ἠδ᾽ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν.”
ὣς εἰποῦσ᾽ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα,
ἀμβρόσια χρύσεια , τά μιν φέρον ἠμὲν ἐφ᾽ ὑγρὴν
ἠδ᾽ ἐπ᾽ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο:
εἵλετο δ᾽ ἄλκιμον ἔγχος , ἀκαχμένον ὀξέι χαλκῷ,
100
βριθὺ μέγα στιβαρόν , τῷ δάμνησι στίχας ἀνδρῶν
ἡρώων , τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη.
βῆ δὲ κατ᾽ Οὐλύμποιο καρήνων ἀίξασα,
στῆ δ᾽ Ἰθάκης ἐνὶ δήμῳ ἐπὶ προθύροις Ὀδυσῆος,
οὐδοῦ ἐπ᾽ αὐλείου : παλάμῃ δ᾽ ἔχε χάλκεον ἔγχος,
105
εἰδομένη ξείνῳ , Ταφίων ἡγήτορι Μέντῃ.
εὗρε δ᾽ ἄρα μνηστῆρας ἀγήνορας . οἱ μὲν ἔπειτα
πεσσοῖσι προπάροιθε θυράων θυμὸν ἔτερπον
ἥμενοι ἐν ῥινοῖσι βοῶν , οὓς ἔκτανον αὐτοί:
κήρυκες δ᾽ αὐτοῖσι καὶ ὀτρηροὶ θεράποντες
110
οἱ μὲν οἶνον ἔμισγον ἐνὶ κρητῆρσι καὶ ὕδωρ,
οἱ δ᾽ αὖτε σπόγγοισι πολυτρήτοισι τραπέζας
νίζον καὶ πρότιθεν , τοὶ δὲ κρέα πολλὰ δατεῦντο.
τὴν δὲ πολὺ πρῶτος ἴδε Τηλέμαχος θεοειδής,
ἧστο γὰρ ἐν μνηστῆρσι φίλον τετιημένος ἦτορ,
115
ὀσσόμενος πατέρ᾽ ἐσθλὸν ἐνὶ φρεσίν , εἴ ποθεν ἐλθὼν
μνηστήρων τῶν μὲν σκέδασιν κατὰ δώματα θείη,
τιμὴν δ᾽ αὐτὸς ἔχοι καὶ δώμασιν οἷσιν ἀνάσσοι.
τὰ φρονέων , μνηστῆρσι μεθήμενος , εἴσιδ᾽ Ἀθήνην.
βῆ δ᾽ ἰθὺς προθύροιο , νεμεσσήθη δ᾽ ἐνὶ θυμῷ
120
ξεῖνον δηθὰ θύρῃσιν ἐφεστάμεν : ἐγγύθι δὲ στὰς