Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
10
Αἰολίην δ᾽ ἐς νῆσον ἀφικόμεθ᾽ : ἔνθα δ᾽ ἔναιεν
Αἴολος Ἱπποτάδης , φίλος ἀθανάτοισι θεοῖσιν,
πλωτῇ ἐνὶ νήσῳ : πᾶσαν δέ τέ μιν πέρι τεῖχος
χάλκεον ἄρρηκτον , λισσὴ δ᾽ ἀναδέδρομε πέτρη.
5
τοῦ καὶ δώδεκα παῖδες ἐνὶ μεγάροις γεγάασιν,
ἓξ μὲν θυγατέρες , ἓξ δ᾽ υἱέες ἡβώοντες:
ἔνθ᾽ γε θυγατέρας πόρεν υἱάσιν εἶναι ἀκοίτις.
οἱ δ᾽ αἰεὶ παρὰ πατρὶ φίλῳ καὶ μητέρι κεδνῇ
δαίνυνται , παρὰ δέ σφιν ὀνείατα μυρία κεῖται,
10
κνισῆεν δέ τε δῶμα περιστεναχίζεται αὐλῇ
ἤματα : νύκτας δ᾽ αὖτε παρ᾽ αἰδοίῃς ἀλόχοισιν
εὕδουσ᾽ ἔν τε τάπησι καὶ ἐν τρητοῖσι λέχεσσι.
καὶ μὲν τῶν ἱκόμεσθα πόλιν καὶ δώματα καλά.
μῆνα δὲ πάντα φίλει με καὶ ἐξερέεινεν ἕκαστα,
15
Ἴλιον Ἀργείων τε νέας καὶ νόστον Ἀχαιῶν:
καὶ μὲν ἐγὼ τῷ πάντα κατὰ μοῖραν κατέλεξα.
ἀλλ᾽ ὅτε δὴ καὶ ἐγὼν ὁδὸν ᾔτεον ἠδ᾽ ἐκέλευον
πεμπέμεν , οὐδέ τι κεῖνος ἀνήνατο , τεῦχε δὲ πομπήν.
δῶκε δέ μ᾽ ἐκδείρας ἀσκὸν βοὸς ἐννεώροιο,
20
ἔνθα δὲ βυκτάων ἀνέμων κατέδησε κέλευθα:
κεῖνον γὰρ ταμίην ἀνέμων ποίησε Κρονίων,
ἠμὲν παυέμεναι ἠδ᾽ ὀρνύμεν , ὅν κ᾽ ἐθέλῃσι.
νηὶ δ᾽ ἐνὶ γλαφυρῇ κατέδει μέρμιθι φαεινῇ
ἀργυρέῃ , ἵνα μή τι παραπνεύσῃ ὀλίγον περ:
25
αὐτὰρ ἐμοὶ πνοιὴν Ζεφύρου προέηκεν ἀῆναι,
ὄφρα φέροι νῆάς τε καὶ αὐτούς : οὐδ᾽ ἄρ᾽ ἔμελλεν
ἐκτελέειν : αὐτῶν γὰρ ἀπωλόμεθ᾽ ἀφραδίῃσιν.
ἐννῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
τῇ δεκάτῃ δ᾽ ἤδη ἀνεφαίνετο πατρὶς ἄρουρα,
30
καὶ δὴ πυρπολέοντας ἐλεύσσομεν ἐγγὺς ἐόντες: