Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἵ ῥ᾽ ἀπὸ πετράων ἀνδραχθέσι χερμαδίοισιν
βάλλον : ἄφαρ δὲ κακὸς κόναβος κατὰ νῆας ὀρώρει
ἀνδρῶν τ᾽ ὀλλυμένων νηῶν θ᾽ ἅμα ἀγνυμενάων:
ἰχθῦς δ᾽ ὣς πείροντες ἀτερπέα δαῖτα φέροντο.
125
ὄφρ᾽ οἱ τοὺς ὄλεκον λιμένος πολυβενθέος ἐντός,
τόφρα δ᾽ ἐγὼ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
τῷ ἀπὸ πείσματ᾽ ἔκοψα νεὸς κυανοπρῴροιο.
αἶψα δ᾽ ἐμοῖς ἑτάροισιν ἐποτρύνας ἐκέλευσα
ἐμβαλέειν κώπῃς , ἵν᾽ ὑπὲκ κακότητα φύγοιμεν:
130
οἱ δ᾽ ἅλα πάντες ἀνέρριψαν , δείσαντες ὄλεθρον.
ἀσπασίως δ᾽ ἐς πόντον ἐπηρεφέας φύγε πέτρας
νηῦς ἐμή : αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ᾽ ὄλοντο.
ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ,
ἄσμενοι ἐκ θανάτοιο , φίλους ὀλέσαντες ἑταίρους.
135
Αἰαίην δ᾽ ἐς νῆσον ἀφικόμεθ᾽ : ἔνθα δ᾽ ἔναιε
Κίρκη ἐυπλόκαμος , δεινὴ θεὸς αὐδήεσσα,
αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο:
ἄμφω δ᾽ ἐκγεγάτην φαεσιμβρότου Ἠελίοιο
μητρός τ᾽ ἐκ Πέρσης , τὴν Ὠκεανὸς τέκε παῖδα.
140
ἔνθα δ᾽ ἐπ᾽ ἀκτῆς νηὶ κατηγαγόμεσθα σιωπῇ
ναύλοχον ἐς λιμένα , καί τις θεὸς ἡγεμόνευεν.
ἔνθα τότ᾽ ἐκβάντες δύο τ᾽ ἤματα καὶ δύο νύκτας
κείμεθ᾽ ὁμοῦ καμάτῳ τε καὶ ἄλγεσι θυμὸν ἔδοντες.
ἀλλ᾽ ὅτε δὴ τρίτον ἦμαρ ἐυπλόκαμος τέλεσ᾽ Ἠώς,
145
καὶ τότ᾽ ἐγὼν ἐμὸν ἔγχος ἑλὼν καὶ φάσγανον ὀξὺ
καρπαλίμως παρὰ νηὸς ἀνήιον ἐς περιωπήν,
εἴ πως ἔργα ἴδοιμι βροτῶν ἐνοπήν τε πυθοίμην.
ἔστην δὲ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών,
καί μοι ἐείσατο καπνὸς ἀπὸ χθονὸς εὐρυοδείης,
150
Κίρκης ἐν μεγάροισι , διὰ δρυμὰ πυκνὰ καὶ ὕλην.