Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μερμήριξα δ᾽ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
ἐλθεῖν ἠδὲ πυθέσθαι , ἐπεὶ ἴδον αἴθοπα καπνόν.
ὧδε δέ μοι φρονέοντι δοάσσατο κέρδιον εἶναι,
πρῶτ᾽ ἐλθόντ᾽ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
155
δεῖπνον ἑταίροισιν δόμεναι προέμεν τε πυθέσθαι.
ἀλλ᾽ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης,
καὶ τότε τίς με θεῶν ὀλοφύρατο μοῦνον ἐόντα,
ὅς ῥά μοι ὑψίκερων ἔλαφον μέγαν εἰς ὁδὸν αὐτὴν
ἧκεν . μὲν ποταμόνδε κατήιεν ἐκ νομοῦ ὕλης
160
πιόμενος : δὴ γάρ μιν ἔχεν μένος ἠελίοιο.
τὸν δ᾽ ἐγὼ ἐκβαίνοντα κατ᾽ ἄκνηστιν μέσα νῶτα
πλῆξα : τὸ δ᾽ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε,
κὰδ δ᾽ ἔπεσ᾽ ἐν κονίῃσι μακών , ἀπὸ δ᾽ ἔπτατο θυμός.
τῷ δ᾽ ἐγὼ ἐμβαίνων δόρυ χάλκεον ἐξ ὠτειλῆς
165
εἰρυσάμην : τὸ μὲν αὖθι κατακλίνας ἐπὶ γαίῃ
εἴασ᾽ : αὐτὰρ ἐγὼ σπασάμην ῥῶπάς τε λύγους τε,
πεῖσμα δ᾽ , ὅσον τ᾽ ὄργυιαν , ἐυστρεφὲς ἀμφοτέρωθεν
πλεξάμενος συνέδησα πόδας δεινοῖο πελώρου,
βῆν δὲ καταλοφάδεια φέρων ἐπὶ νῆα μέλαιναν
170
ἔγχει ἐρειδόμενος , ἐπεὶ οὔ πως ἦεν ἐπ᾽ ὤμου
χειρὶ φέρειν ἑτέρῃ : μάλα γὰρ μέγα θηρίον ἦεν.
κὰδ᾽ δ᾽ ἔβαλον προπάροιθε νεός , ἀνέγειρα δ᾽ ἑταίρους
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον:
φίλοι , οὐ γάρ πω καταδυσόμεθ᾽ ἀχνύμενοί περ
175
εἰς Ἀίδαο δόμους , πρὶν μόρσιμον ἦμαρ ἐπέλθῃ:
ἀλλ᾽ ἄγετ᾽ , ὄφρ᾽ ἐν νηὶ θοῇ βρῶσίς τε πόσις τε,
μνησόμεθα βρώμης , μηδὲ τρυχώμεθα λιμῷ.’
ὣς ἐφάμην , οἱ δ᾽ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο,
ἐκ δὲ καλυψάμενοι παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο
180
θηήσαντ᾽ ἔλαφον : μάλα γὰρ μέγα θηρίον ἦεν.