Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ξεστοῖσιν λάεσσι , περισκέπτῳ ἐνὶ χώρῳ:
ἀμφὶ δέ μιν λύκοι ἦσαν ὀρέστεροι ἠδὲ λέοντες,
τοὺς αὐτὴ κατέθελξεν , ἐπεὶ κακὰ φάρμακ᾽ ἔδωκεν.
οὐδ᾽ οἵ γ᾽ ὡρμήθησαν ἐπ᾽ ἀνδράσιν , ἀλλ᾽ ἄρα τοί γε
215
οὐρῇσιν μακρῇσι περισσαίνοντες ἀνέσταν.
ὡς δ᾽ ὅτ᾽ ἂν ἀμφὶ ἄνακτα κύνες δαίτηθεν ἰόντα
σαίνωσ᾽ , αἰεὶ γάρ τε φέρει μειλίγματα θυμοῦ,
ὣς τοὺς ἀμφὶ λύκοι κρατερώνυχες ἠδὲ λέοντες
σαῖνον : τοὶ δ᾽ ἔδεισαν , ἐπεὶ ἴδον αἰνὰ πέλωρα.
220
ἔσταν δ᾽ ἐν προθύροισι θεᾶς καλλιπλοκάμοιο,
Κίρκης δ᾽ ἔνδον ἄκουον ἀειδούσης ὀπὶ καλῇ,
ἱστὸν ἐποιχομένης μέγαν ἄμβροτον , οἷα θεάων
λεπτά τε καὶ χαρίεντα καὶ ἀγλαὰ ἔργα πέλονται.
τοῖσι δὲ μύθων ἦρχε Πολίτης ὄρχαμος ἀνδρῶν,
225
ὅς μοι κήδιστος ἑτάρων ἦν κεδνότατός τε:
φίλοι , ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἱστὸν
καλὸν ἀοιδιάει , δάπεδον δ᾽ ἅπαν ἀμφιμέμυκεν,
θεὸς ἠὲ γυνή : ἀλλὰ φθεγγώμεθα θᾶσσον.’
ὣς ἄρ᾽ ἐφώνησεν , τοὶ δὲ φθέγγοντο καλεῦντες.
230
δ᾽ αἶψ᾽ ἐξελθοῦσα θύρας ὤιξε φαεινὰς
καὶ κάλει : οἱ δ᾽ ἅμα πάντες ἀιδρείῃσιν ἕποντο:
Εὐρύλοχος δ᾽ ὑπέμεινεν , ὀισάμενος δόλον εἶναι.
εἷσεν δ᾽ εἰσαγαγοῦσα κατὰ κλισμούς τε θρόνους τε,
ἐν δέ σφιν τυρόν τε καὶ ἄλφιτα καὶ μέλι χλωρὸν
235
οἴνῳ Πραμνείῳ ἐκύκα : ἀνέμισγε δὲ σίτῳ
φάρμακα λύγρ᾽ , ἵνα πάγχυ λαθοίατο πατρίδος αἴης.
αὐτὰρ ἐπεὶ δῶκέν τε καὶ ἔκπιον , αὐτίκ᾽ ἔπειτα
ῥάβδῳ πεπληγυῖα κατὰ συφεοῖσιν ἐέργνυ.
οἱ δὲ συῶν μὲν ἔχον κεφαλὰς φωνήν τε τρίχας τε
240
καὶ δέμας , αὐτὰρ νοῦς ἦν ἔμπεδος , ὡς τὸ πάρος περ.