Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Εὐρύλοχ᾽ , τοι μὲν σὺ μέν᾽ αὐτοῦ τῷδ᾽ ἐνὶ χώρῳ
ἔσθων καὶ πίνων κοίλῃ παρὰ νηὶ μελαίνῃ:
αὐτὰρ ἐγὼν εἶμι , κρατερὴ δέ μοι ἔπλετ᾽ ἀνάγκη.’
ὣς εἰπὼν παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
275
ἀλλ᾽ ὅτε δὴ ἄρ᾽ ἔμελλον ἰὼν ἱερὰς ἀνὰ βήσσας
Κίρκης ἵξεσθαι πολυφαρμάκου ἐς μέγα δῶμα,
ἔνθα μοι Ἑρμείας χρυσόρραπις ἀντεβόλησεν
ἐρχομένῳ πρὸς δῶμα , νεηνίῃ ἀνδρὶ ἐοικώς,
πρῶτον ὑπηνήτῃ , τοῦ περ χαριεστάτη ἥβη:
280
ἔν τ᾽ ἄρα μοι φῦ χειρί , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
“‘πῇ δὴ αὖτ᾽ , δύστηνε , δι᾽ ἄκριας ἔρχεαι οἶος,
χώρου ἄιδρις ἐών ; ἕταροι δέ τοι οἵδ᾽ ἐνὶ Κίρκης
ἔρχαται ὥς τε σύες πυκινοὺς κευθμῶνας ἔχοντες.
τοὺς λυσόμενος δεῦρ᾽ ἔρχεαι ; οὐδέ σέ φημι
285
αὐτὸν νοστήσειν , μενέεις δὲ σύ γ᾽ , ἔνθα περ ἄλλοι.
ἀλλ᾽ ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω.
τῆ , τόδε φάρμακον ἐσθλὸν ἔχων ἐς δώματα Κίρκης
ἔρχευ , κέν τοι κρατὸς ἀλάλκῃσιν κακὸν ἦμαρ.
πάντα δέ τοι ἐρέω ὀλοφώια δήνεα Κίρκης.
290
τεύξει τοι κυκεῶ , βαλέει δ᾽ ἐν φάρμακα σίτῳ.
ἀλλ᾽ οὐδ᾽ ὣς θέλξαι σε δυνήσεται : οὐ γὰρ ἐάσει
φάρμακον ἐσθλόν , τοι δώσω , ἐρέω δὲ ἕκαστα.
ὁππότε κεν Κίρκη σ᾽ ἐλάσῃ περιμήκεϊ ῥάβδῳ,
δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
295
Κίρκῃ ἐπαῖξαι , ὥς τε κτάμεναι μενεαίνων.
δέ σ᾽ ὑποδείσασα κελήσεται εὐνηθῆναι:
ἔνθα σὺ μηκέτ᾽ ἔπειτ᾽ ἀπανήνασθαι θεοῦ εὐνήν,
ὄφρα κέ τοι λύσῃ θ᾽ ἑτάρους αὐτόν τε κομίσσῃ:
ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι,
300
μή τί τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο,