Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἔς ῥ᾽ ἀσάμινθον ἕσασα λό᾽ ἐκ τρίποδος μεγάλοιο,
θυμῆρες κεράσασα , κατὰ κρατός τε καὶ ὤμων,
ὄφρα μοι ἐκ κάματον θυμοφθόρον εἵλετο γυίων.
αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίῳ,
365
ἀμφὶ δέ με χλαῖναν καλὴν βάλεν ἠδὲ χιτῶνα,
εἷσε δέ μ᾽ εἰσαγαγοῦσα ἐπὶ θρόνου ἀργυροήλου
καλοῦ δαιδαλέου , ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν:
χέρνιβα δ᾽ ἀμφίπολος προχόῳ ἐπέχευε φέρουσα
καλῇ χρυσείῃ , ὑπὲρ ἀργυρέοιο λέβητος,
370
νίψασθαι : παρὰ δὲ ξεστὴν ἐτάνυσσε τράπεζαν.
σῖτον δ᾽ αἰδοίη ταμίη παρέθηκε φέρουσα,
εἴδατα πόλλ᾽ ἐπιθεῖσα , χαριζομένη παρεόντων.
ἐσθέμεναι δ᾽ ἐκέλευεν : ἐμῷ δ᾽ οὐχ ἥνδανε θυμῷ,
ἀλλ᾽ ἥμην ἀλλοφρονέων , κακὰ δ᾽ ὄσσετο θυμός.
375
Κίρκη δ᾽ ὡς ἐνόησεν ἔμ᾽ ἥμενον οὐδ᾽ ἐπὶ σίτῳ
χεῖρας ἰάλλοντα , κρατερὸν δέ με πένθος ἔχοντα,
ἄγχι παρισταμένη ἔπεα πτερόεντα προσηύδα:
“ ‘τίφθ᾽ οὕτως , Ὀδυσεῦ , κατ᾽ ἄρ᾽ ἕζεαι ἶσος ἀναύδῳ,
θυμὸν ἔδων , βρώμης δ᾽ οὐχ ἅπτεαι οὐδὲ ποτῆτος;
380
τινά που δόλον ἄλλον ὀίεαι : οὐδέ τί σε χρὴ
δειδίμεν : ἤδη γάρ τοι ἀπώμοσα καρτερὸν ὅρκον.’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
Κίρκη , τίς γάρ κεν ἀνήρ , ὃς ἐναίσιμος εἴη,
πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
385
πρὶν λύσασθ᾽ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
ἀλλ᾽ εἰ δὴ πρόφρασσα πιεῖν φαγέμεν τε κελεύεις,
λῦσον , ἵν᾽ ὀφθαλμοῖσιν ἴδω ἐρίηρας ἑταίρους.’
ὣς ἐφάμην , Κίρκη δὲ διὲκ μεγάροιο βεβήκει
ῥάβδον ἔχουσ᾽ ἐν χειρί , θύρας δ᾽ ἀνέῳξε συφειοῦ,
390
ἐκ δ᾽ ἔλασεν σιάλοισιν ἐοικότας ἐννεώροισιν.