Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἱ μὲν ἔπειτ᾽ ἔστησαν ἐναντίοι , δὲ δι᾽ αὐτῶν
ἐρχομένη προσάλειφεν ἑκάστῳ φάρμακον ἄλλο.
τῶν δ᾽ ἐκ μὲν μελέων τρίχες ἔρρεον , ἃς πρὶν ἔφυσε
φάρμακον οὐλόμενον , τό σφιν πόρε πότνια Κίρκη:
395
ἄνδρες δ᾽ ἂψ ἐγένοντο νεώτεροι πάρος ἦσαν,
καὶ πολὺ καλλίονες καὶ μείζονες εἰσοράασθαι.
ἔγνωσαν δέ μ᾽ ἐκεῖνοι ἔφυν τ᾽ ἐν χερσὶν ἕκαστος.
πᾶσιν δ᾽ ἱμερόεις ὑπέδυ γόος , ἀμφὶ δὲ δῶμα
σμερδαλέον κονάβιζε : θεὰ δ᾽ ἐλέαιρε καὶ αὐτή.
400
δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων:
διογενὲς Λαερτιάδη , πολυμήχαν᾽ Ὀδυσσεῦ,
ἔρχεο νῦν ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσατε ἤπειρόνδε,
κτήματα δ᾽ ἐν σπήεσσι πελάσσατε ὅπλα τε πάντα:
405
αὐτὸς δ᾽ ἂψ ἰέναι καὶ ἄγειν ἐρίηρας ἑταίρους.’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐμοί γ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ,
βῆν δ᾽ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
εὗρον ἔπειτ᾽ ἐπὶ νηὶ θοῇ ἐρίηρας ἑταίρους
οἴκτρ᾽ ὀλοφυρομένους , θαλερὸν κατὰ δάκρυ χέοντας.
410
ὡς δ᾽ ὅτ᾽ ἂν ἄγραυλοι πόριες περὶ βοῦς ἀγελαίας,
ἐλθούσας ἐς κόπρον , ἐπὴν βοτάνης κορέσωνται,
πᾶσαι ἅμα σκαίρουσιν ἐναντίαι : οὐδ᾽ ἔτι σηκοὶ
ἴσχουσ᾽ , ἀλλ᾽ ἁδινὸν μυκώμεναι ἀμφιθέουσι:
μητέρας : ὣς ἔμ᾽ ἐκεῖνοι ἐπεὶ ἴδον ὀφθαλμοῖσι,
415
δακρυόεντες ἔχυντο : δόκησε δ᾽ ἄρα σφίσι θυμὸς
ὣς ἔμεν , ὡς εἰ πατρίδ᾽ ἱκοίατο καὶ πόλιν αὐτὴν
τρηχείης Ἰθάκης , ἵνα τ᾽ ἔτραφεν ἠδ᾽ ἐγένοντο.
καί μ᾽ ὀλοφυρόμενοι ἔπεα πτερόεντα προσηύδων:
“ ‘σοὶ μὲν νοστήσαντι , διοτρεφές , ὣς ἐχάρημεν,
420
ὡς εἴ τ᾽ εἰς Ἰθάκην ἀφικοίμεθα πατρίδα γαῖαν: