Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλ᾽ ἄγε , τῶν ἄλλων ἑτάρων κατάλεξον ὄλεθρον.’
ὣς ἔφαν , αὐτὰρ ἐγὼ προσέφην μαλακοῖς ἐπέεσσι:
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσομεν ἤπειρόνδε,
κτήματα δ᾽ ἐν σπήεσσι πελάσσομεν ὅπλα τε πάντα:
425
αὐτοὶ δ᾽ ὀτρύνεσθε ἐμοὶ ἅμα πάντες ἕπεσθαι,
ὄφρα ἴδηθ᾽ ἑτάρους ἱεροῖς ἐν δώμασι Κίρκης
πίνοντας καὶ ἔδοντας : ἐπηετανὸν γὰρ ἔχουσιν.’
ὣς ἐφάμην , οἱ δ᾽ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
Εὐρύλοχος δέ μοι οἶος ἐρύκανε πάντας ἑταίρους:
430
καί σφεας φωνήσας ἔπεα πτερόεντα προσηύδα:
“‘ δειλοί , πόσ᾽ ἴμεν ; τί κακῶν ἱμείρετε τούτων;
Κίρκης ἐς μέγαρον καταβήμεναι , κεν ἅπαντας
σῦς ἠὲ λύκους ποιήσεται ἠὲ λέοντας,
οἵ κέν οἱ μέγα δῶμα φυλάσσοιμεν καὶ ἀνάγκῃ,
435
ὥς περ Κύκλωψ ἔρξ᾽ , ὅτε οἱ μέσσαυλον ἵκοντο
ἡμέτεροι ἕταροι , σὺν δ᾽ θρασὺς εἵπετ᾽ Ὀδυσσεύς:
τούτου γὰρ καὶ κεῖνοι ἀτασθαλίῃσιν ὄλοντο.’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ γε μετὰ φρεσὶ μερμήριξα,
σπασσάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ,
440
τῷ οἱ ἀποπλήξας κεφαλὴν οὖδάσδε πελάσσαι,
καὶ πηῷ περ ἐόντι μάλα σχεδόν : ἀλλά μ᾽ ἑταῖροι
μειλιχίοις ἐπέεσσιν ἐρήτυον ἄλλοθεν ἄλλος:
“‘διογενές , τοῦτον μὲν ἐάσομεν , εἰ σὺ κελεύεις,
αὐτοῦ πὰρ νηί τε μένειν καὶ νῆα ἔρυσθαι:
445
ἡμῖν δ᾽ ἡγεμόνευ᾽ ἱερὰ πρὸς δώματα Κίρκης.’
ὣς φάμενοι παρὰ νηὸς ἀνήιον ἠδὲ θαλάσσης.
οὐδὲ μὲν Εὐρύλοχος κοίλῃ παρὰ νηὶ λέλειπτο,
ἀλλ᾽ ἕπετ᾽ : ἔδεισεν γὰρ ἐμὴν ἔκπαγλον ἐνιπήν.
τόφρα δὲ τοὺς ἄλλους ἑτάρους ἐν δώμασι Κίρκη
450
ἐνδυκέως λοῦσέν τε καὶ ἔχρισεν λίπ᾽ ἐλαίῳ,