Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀμφὶ δ᾽ ἄρα χλαίνας οὔλας βάλεν ἠδὲ χιτῶνας:
δαινυμένους δ᾽ ἐὺ πάντας ἐφεύρομεν ἐν μεγάροισιν.
οἱ δ᾽ ἐπεὶ ἀλλήλους εἶδον φράσσαντό τ᾽ ἐσάντα,
κλαῖον ὀδυρόμενοι , περὶ δὲ στεναχίζετο δῶμα.
455
δέ μευ ἄγχι στᾶσα προσηύδα δῖα θεάων:
“‘μηκέτι νῦν θαλερὸν γόον ὄρνυτε : οἶδα καὶ αὐτὴ
ἠμὲν ὅσ᾽ ἐν πόντῳ πάθετ᾽ ἄλγεα ἰχθυόεντι,
ἠδ᾽ ὅσ᾽ ἀνάρσιοι ἄνδρες ἐδηλήσαντ᾽ ἐπὶ χέρσου.
460
ἀλλ᾽ ἄγετ᾽ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον,
εἰς κεν αὖτις θυμὸν ἐνὶ στήθεσσι λάβητε,
οἷον ὅτε πρώτιστον ἐλείπετε πατρίδα γαῖαν
τρηχείης Ἰθάκης . νῦν δ᾽ ἀσκελέες καὶ ἄθυμοι,
αἰὲν ἄλης χαλεπῆς μεμνημένοι , οὐδέ ποθ᾽ ὕμιν
465
θυμὸς ἐν εὐφροσύνῃ , ἐπεὶ μάλα πολλὰ πέποσθε.’
ὣς ἔφαθ᾽ , ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ἔνθα μὲν ἤματα πάντα τελεσφόρον εἰς ἐνιαυτὸν
ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ:
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐνιαυτὸς ἔην , περὶ δ᾽ ἔτραπον ὧραι
470
μηνῶν φθινόντων , περὶ δ᾽ ἤματα μακρὰ τελέσθη,
καὶ τότε μ᾽ ἐκκαλέσαντες ἔφαν ἐρίηρες ἑταῖροι:
“‘δαιμόνι᾽ , ἤδη νῦν μιμνήσκεο πατρίδος αἴης,
εἴ τοι θέσφατόν ἐστι σαωθῆναι καὶ ἱκέσθαι
οἶκον ἐς ὑψόροφον καὶ σὴν ἐς πατρίδα γαῖαν.’
475
ὣς ἔφαν , αὐτὰρ ἐμοί γ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
ἥμεθα , δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ:
ἦμος δ᾽ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθεν,
οἱ μὲν κοιμήσαντο κατὰ μέγαρα σκιόεντα.
480
αὐτὰρ ἐγὼ Κίρκης ἐπιβὰς περικαλλέος εὐνῆς
γούνων ἐλλιτάνευσα , θεὰ δέ μευ ἔκλυεν αὐδῆς: