Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδων:
“‘ Κίρκη , τέλεσόν μοι ὑπόσχεσιν ἥν περ ὑπέστης,
οἴκαδε πεμψέμεναι : θυμὸς δέ μοι ἔσσυται ἤδη,
485
ἠδ᾽ ἄλλων ἑτάρων , οἵ μευ φθινύθουσι φίλον κῆρ
ἀμφ᾽ ἔμ᾽ ὀδυρόμενοι , ὅτε που σύ γε νόσφι γένηαι.’
ὣς ἐφάμην , δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων:
διογενὲς Λαερτιάδη , πολυμήχαν᾽ Ὀδυσσεῦ,
μηκέτι νῦν ἀέκοντες ἐμῷ ἐνὶ μίμνετε οἴκῳ.
490
ἀλλ᾽ ἄλλην χρὴ πρῶτον ὁδὸν τελέσαι καὶ ἱκέσθαι
εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης,
ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο,
μάντηος ἀλαοῦ , τοῦ τε φρένες ἔμπεδοί εἰσι:
τῷ καὶ τεθνηῶτι νόον πόρε Περσεφόνεια,
495
οἴῳ πεπνῦσθαι , τοὶ δὲ σκιαὶ ἀίσσουσιν.’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐμοί γε κατεκλάσθη φίλον ἦτορ:
κλαῖον δ᾽ ἐν λεχέεσσι καθήμενος , οὐδέ νύ μοι κῆρ
ἤθελ᾽ ἔτι ζώειν καὶ ὁρᾶν φάος ἠελίοιο.
αὐτὰρ ἐπεὶ κλαίων τε κυλινδόμενος τ᾽ ἐκορέσθην,
500
καὶ τότε δή μιν ἔπεσσιν ἀμειβόμενος προσέειπον:
“‘ Κίρκη , τίς γὰρ ταύτην ὁδὸν ἡγεμονεύσει;
εἰς Ἄϊδος δ᾽ οὔ πώ τις ἀφίκετο νηὶ μελαίνῃ.’
ὣς ἐφάμην , δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων:
διογενὲς Λαερτιάδη , πολυμήχαν᾽ Ὀδυσσεῦ,
505
μή τί τοι ἡγεμόνος γε ποθὴ παρὰ νηὶ μελέσθω,
ἱστὸν δὲ στήσας , ἀνά θ᾽ ἱστία λευκὰ πετάσσας
ἧσθαι : τὴν δέ κέ τοι πνοιὴ Βορέαο φέρῃσιν.
ἀλλ᾽ ὁπότ᾽ ἂν δὴ νηὶ δι᾽ Ὠκεανοῖο περήσῃς,
ἔνθ᾽ ἀκτή τε λάχεια καὶ ἄλσεα Περσεφονείης,
510
μακραί τ᾽ αἴγειροι καὶ ἰτέαι ὠλεσίκαρποι,
νῆα μὲν αὐτοῦ κέλσαι ἐπ᾽ Ὠκεανῷ βαθυδίνῃ,