Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὸς δ᾽ εἰς Ἀίδεω ἰέναι δόμον εὐρώεντα.
ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσιν
Κώκυτός θ᾽ , ὃς δὴ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ,
515
πέτρη τε ξύνεσίς τε δύω ποταμῶν ἐριδούπων:
ἔνθα δ᾽ ἔπειθ᾽ , ἥρως , χριμφθεὶς πέλας , ὥς σε κελεύω,
βόθρον ὀρύξαι , ὅσον τε πυγούσιον ἔνθα καὶ ἔνθα,
ἀμφ᾽ αὐτῷ δὲ χοὴν χεῖσθαι πᾶσιν νεκύεσσιν,
πρῶτα μελικρήτῳ , μετέπειτα δὲ ἡδέι οἴνῳ,
520
τὸ τρίτον αὖθ᾽ ὕδατι : ἐπὶ δ᾽ ἄλφιτα λευκὰ παλύνειν.
πολλὰ δὲ γουνοῦσθαι νεκύων ἀμενηνὰ κάρηνα,
ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν , τις ἀρίστη,
ῥέξειν ἐν μεγάροισι πυρήν τ᾽ ἐμπλησέμεν ἐσθλῶν,
Τειρεσίῃ δ᾽ ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ
525
παμμέλαν᾽ , ὃς μήλοισι μεταπρέπει ὑμετέροισιν.
αὐτὰρ ἐπὴν εὐχῇσι λίσῃ κλυτὰ ἔθνεα νεκρῶν,
ἔνθ᾽ ὄιν ἀρνειὸν ῥέζειν θῆλύν τε μέλαιναν
εἰς Ἔρεβος στρέψας , αὐτὸς δ᾽ ἀπονόσφι τραπέσθαι
ἱέμενος ποταμοῖο ῥοάων : ἔνθα δὲ πολλαὶ
530
ψυχαὶ ἐλεύσονται νεκύων κατατεθνηώτων.
δὴ τότ᾽ ἔπειθ᾽ ἑτάροισιν ἐποτρῦναι καὶ ἀνῶξαι
μῆλα , τὰ δὴ κατάκειτ᾽ ἐσφαγμένα νηλέι χαλκῷ,
δείραντας κατακῆαι , ἐπεύξασθαι δὲ θεοῖσιν,
ἰφθίμῳ τ᾽ Ἀίδῃ καὶ ἐπαινῇ Περσεφονείῃ:
535
αὐτὸς δὲ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
ἧσθαι , μηδὲ ἐᾶν νεκύων ἀμενηνὰ κάρηνα
αἵματος ἆσσον ἴμεν , πρὶν Τειρεσίαο πυθέσθαι.
ἔνθα τοι αὐτίκα μάντις ἐλεύσεται , ὄρχαμε λαῶν,
ὅς κέν τοι εἴπῃσιν ὁδὸν καὶ μέτρα κελεύθου
540
νόστον θ᾽ , ὡς ἐπὶ πόντον ἐλεύσεαι ἰχθυόεντα.’
ὣς ἔφατ᾽ , αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.