Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀμφὶ δέ με χλαῖνάν τε χιτῶνά τε εἵματα ἕσσεν:
αὐτὴ δ᾽ ἀργύφεον φᾶρος μέγα ἕννυτο νύμφη,
λεπτὸν καὶ χαρίεν , περὶ δὲ ζώνην βάλετ᾽ ἰξυῖ
545
καλὴν χρυσείην , κεφαλῇ δ᾽ ἐπέθηκε καλύπτρην.
αὐτὰρ ἐγὼ διὰ δώματ᾽ ἰὼν ὤτρυνον ἑταίρους
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον:
“‘μηκέτι νῦν εὕδοντες ἀωτεῖτε γλυκὺν ὕπνον,
ἀλλ᾽ ἴομεν : δὴ γάρ μοι ἐπέφραδε πότνια Κίρκη.’
550
ὣς ἐφάμην , τοῖσιν δ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
οὐδὲ μὲν οὐδ᾽ ἔνθεν περ ἀπήμονας ἦγον ἑταίρους.
Ἐλπήνωρ δέ τις ἔσκε νεώτατος , οὔτε τι λίην
ἄλκιμος ἐν πολέμῳ οὔτε φρεσὶν ᾗσιν ἀρηρώς:
ὅς μοι ἄνευθ᾽ ἑτάρων ἱεροῖς ἐν δώμασι Κίρκης,
555
ψύχεος ἱμείρων , κατελέξατο οἰνοβαρείων.
κινυμένων δ᾽ ἑτάρων ὅμαδον καὶ δοῦπον ἀκούσας
ἐξαπίνης ἀνόρουσε καὶ ἐκλάθετο φρεσὶν ᾗσιν
ἄψορρον καταβῆναι ἰὼν ἐς κλίμακα μακρήν,
ἀλλὰ καταντικρὺ τέγεος πέσεν : ἐκ δέ οἱ αὐχὴν
560
ἀστραγάλων ἐάγη , ψυχὴ δ᾽ Ἄϊδόσδε κατῆλθεν.
ἐρχομένοισι δὲ τοῖσιν ἐγὼ μετὰ μῦθον ἔειπον:
φάσθε νύ που οἶκόνδε φίλην ἐς πατρίδα γαῖαν
ἔρχεσθ᾽ : ἄλλην δ᾽ ἧμιν ὁδὸν τεκμήρατο Κίρκη,
εἰς Ἀίδαο δόμους καὶ ἐπαινῆς Περσεφονείης
565
ψυχῇ χρησομένους Θηβαίου Τειρεσίαο.’
ὣς ἐφάμην , τοῖσιν δὲ κατεκλάσθη φίλον ἦτορ,
ἑζόμενοι δὲ κατ᾽ αὖθι γόων τίλλοντό τε χαίτας:
ἀλλ᾽ οὐ γάρ τις πρῆξις ἐγίγνετο μυρομένοισιν.
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης
570
ᾔομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες,
τόφρα δ᾽ ἄρ᾽ οἰχομένη Κίρκη παρὰ νηὶ μελαίνῃ