Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δαινύμενον παρὰ τ᾽ ἀλόχῳ καὶ οἷσι τέκεσσιν.
ἐλθόντες δ᾽ ἐς δῶμα παρὰ σταθμοῖσιν ἐπ᾽ οὐδοῦ
ἑζόμεθ᾽ : οἱ δ᾽ ἀνὰ θυμὸν ἐθάμβεον ἔκ τ᾽ ἐρέοντο:
“‘πῶς ἦλθες , Ὀδυσεῦ ; τίς τοι κακὸς ἔχραε δαίμων;
65
μέν σ᾽ ἐνδυκέως ἀπεπέμπομεν , ὄφρ᾽ ἀφίκοιο
πατρίδα σὴν καὶ δῶμα καὶ εἴ πού τοι φίλον ἐστίν.’
ὣς φάσαν , αὐτὰρ ἐγὼ μετεφώνεον ἀχνύμενος κῆρ:
ἄασάν μ᾽ ἕταροί τε κακοὶ πρὸς τοῖσί τε ὕπνος
σχέτλιος . ἀλλ᾽ ἀκέσασθε , φίλοι : δύναμις γὰρ ἐν ὑμῖν.’
70
ὣς ἐφάμην μαλακοῖσι καθαπτόμενος ἐπέεσσιν,
οἱ δ᾽ ἄνεῳ ἐγένοντο : πατὴρ δ᾽ ἠμείβετο μύθῳ:
“‘ἔρρ᾽ ἐκ νήσου θᾶσσον , ἐλέγχιστε ζωόντων:
οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν οὐδ᾽ ἀποπέμπειν
ἄνδρα τόν , ὅς κε θεοῖσιν ἀπέχθηται μακάρεσσιν:
75
ἔρρε , ἐπεὶ ἄρα θεοῖσιν ἀπεχθόμενος τόδ᾽ ἱκάνεις.’
ὣς εἰπὼν ἀπέπεμπε δόμων βαρέα στενάχοντα.
ἔνθεν δὲ προτέρω πλέομεν ἀκαχήμενοι ἦτορ.
τείρετο δ᾽ ἀνδρῶν θυμὸς ὑπ᾽ εἰρεσίης ἀλεγεινῆς
ἡμετέρῃ ματίῃ , ἐπεὶ οὐκέτι φαίνετο πομπή.
80
ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ,
ἑβδομάτῃ δ᾽ ἱκόμεσθα Λάμου αἰπὺ πτολίεθρον,
Τηλέπυλον Λαιστρυγονίην , ὅθι ποιμένα ποιμὴν
ἠπύει εἰσελάων , δέ τ᾽ ἐξελάων ὑπακούει.
ἔνθα κ᾽ ἄυπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθούς,
85
τὸν μὲν βουκολέων , τὸν δ᾽ ἄργυφα μῆλα νομεύων:
ἐγγὺς γὰρ νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι.
ἔνθ᾽ ἐπεὶ ἐς λιμένα κλυτὸν ἤλθομεν , ὃν πέρι πέτρη
ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν,
ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν
90
ἐν στόματι προύχουσιν , ἀραιὴ δ᾽ εἴσοδός ἐστιν,