Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Τειρεσίαο ἄνακτος , ἐπεὶ κατὰ θέσφατ᾽ ἔλεξεν:
αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον , ὄφρ᾽ ἐπὶ μήτηρ
ἤλυθε καὶ πίεν αἷμα κελαινεφές : αὐτίκα δ᾽ ἔγνω,
καί μ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
155
“‘τέκνον ἐμόν , πῶς ἦλθες ὑπὸ ζόφον ἠερόεντα
ζωὸς ἐών ; χαλεπὸν δὲ τάδε ζωοῖσιν ὁρᾶσθαι.
μέσσῳ γὰρ μεγάλοι ποταμοὶ καὶ δεινὰ ῥέεθρα,
Ὠκεανὸς μὲν πρῶτα , τὸν οὔ πως ἔστι περῆσαι
πεζὸν ἐόντ᾽ , ἢν μή τις ἔχῃ ἐυεργέα νῆα.
160
νῦν δὴ Τροίηθεν ἀλώμενος ἐνθάδ᾽ ἱκάνεις
νηί τε καὶ ἑτάροισι πολὺν χρόνον ; οὐδέ πω ἦλθες
εἰς Ἰθάκην , οὐδ᾽ εἶδες ἐνὶ μεγάροισι γυναῖκα;”
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
μῆτερ ἐμή , χρειώ με κατήγαγεν εἰς Ἀίδαο
165
ψυχῇ χρησόμενον Θηβαίου Τειρεσίαο:
οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος , οὐδέ πω ἁμῆς
γῆς ἐπέβην , ἀλλ᾽ αἰὲν ἔχων ἀλάλημαι ὀιζύν,
ἐξ οὗ τὰ πρώτισθ᾽ ἑπόμην Ἀγαμέμνονι δίῳ
Ἴλιον εἰς ἐύπωλον , ἵνα Τρώεσσι μαχοίμην.
170
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον:
τίς νύ σε κὴρ ἐδάμασσε τανηλεγέος θανάτοιο;
δολιχὴ νοῦσος , Ἄρτεμις ἰοχέαιρα
οἷς ἀγανοῖς βελέεσσιν ἐποιχομένη κατέπεφνεν;
εἰπὲ δέ μοι πατρός τε καὶ υἱέος , ὃν κατέλειπον,
175
ἔτι πὰρ κείνοισιν ἐμὸν γέρας , ἦέ τις ἤδη
ἀνδρῶν ἄλλος ἔχει , ἐμὲ δ᾽ οὐκέτι φασὶ νέεσθαι.
εἰπὲ δέ μοι μνηστῆς ἀλόχου βουλήν τε νόον τε,
ἠὲ μένει παρὰ παιδὶ καὶ ἔμπεδα πάντα φυλάσσει
ἤδη μιν ἔγημεν Ἀχαιῶν ὅς τις ἄριστος.’
180
ὣς ἐφάμην , δ᾽ αὐτίκ᾽ ἀμείβετο πότνια μήτηρ: