Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τῷ δ᾽ ἄρα εἰσάμενος γαιήοχος ἐννοσίγαιος
ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος:
πορφύρεον δ᾽ ἄρα κῦμα περιστάθη , οὔρεϊ ἶσον,
κυρτωθέν , κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα.
245
λῦσε δὲ παρθενίην ζώνην , κατὰ δ᾽ ὕπνον ἔχευεν.
αὐτὰρ ἐπεί ῥ᾽ ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα,
ἔν τ᾽ ἄρα οἱ φῦ χειρί , ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
“‘χαῖρε , γύναι , φιλότητι : περιπλομένου δ᾽ ἐνιαυτοῦ
τέξεις ἀγλαὰ τέκνα , ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ
250
ἀθανάτων : σὺ δὲ τοὺς κομέειν ἀτιταλλέμεναί τε.
νῦν δ᾽ ἔρχευ πρὸς δῶμα , καὶ ἴσχεο μηδ᾽ ὀνομήνῃς:
αὐτὰρ ἐγώ τοί εἰμι Ποσειδάων ἐνοσίχθων.’
ὣς εἰπὼν ὑπὸ πόντον ἐδύσετο κυμαίνοντα.
δ᾽ ὑποκυσαμένη Πελίην τέκε καὶ Νηλῆα,
255
τὼ κρατερὼ θεράποντε Διὸς μεγάλοιο γενέσθην
ἀμφοτέρω : Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ
ναῖε πολύρρηνος , δ᾽ ἄρ᾽ ἐν Πύλῳ ἠμαθόεντι.
τοὺς δ᾽ ἑτέρους Κρηθῆι τέκεν βασίλεια γυναικῶν,
Αἴσονά τ᾽ ἠδὲ Φέρητ᾽ Ἀμυθάονά θ᾽ ἱππιοχάρμην.
260
τὴν δὲ μετ᾽ Ἀντιόπην ἴδον , Ἀσωποῖο θύγατρα,
δὴ καὶ Διὸς εὔχετ᾽ ἐν ἀγκοίνῃσιν ἰαῦσαι,
καί ῥ᾽ ἔτεκεν δύο παῖδ᾽ , Ἀμφίονά τε Ζῆθόν τε,
οἳ πρῶτοι Θήβης ἕδος ἔκτισαν ἑπταπύλοιο,
πύργωσάν τ᾽ , ἐπεὶ οὐ μὲν ἀπύργωτόν γ᾽ ἐδύναντο
265
ναιέμεν εὐρύχορον Θήβην , κρατερώ περ ἐόντε.
τὴν δὲ μετ᾽ Ἀλκμήνην ἴδον , Ἀμφιτρύωνος ἄκοιτιν,
ῥ᾽ Ἡρακλῆα θρασυμέμνονα θυμολέοντα
γείνατ᾽ ἐν ἀγκοίνῃσι Διὸς μεγάλοιο μιγεῖσα:
καὶ Μεγάρην , Κρείοντος ὑπερθύμοιο θύγατρα,
270
τὴν ἔχεν Ἀμφιτρύωνος υἱὸς μένος αἰὲν ἀτειρής.