Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πᾶσιν , ὅσοι μ᾽ Ἰθάκηνδε ἰδοίατο νοστήσαντα.”
τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:
Ὀδυσεῦ , τὸ μὲν οὔ τί σ᾽ ἐίσκομεν εἰσορόωντες,
ἠπεροπῆά τ᾽ ἔμεν καὶ ἐπίκλοπον , οἷά τε πολλοὺς
365
βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους,
ψεύδεά τ᾽ ἀρτύνοντας ὅθεν κέ τις οὐδὲ ἴδοιτο:
σοὶ δ᾽ ἔπι μὲν μορφὴ ἐπέων , ἔνι δὲ φρένες ἐσθλαί.
μῦθον δ᾽ ὡς ὅτ᾽ ἀοιδὸς ἐπισταμένως κατέλεξας,
πάντων τ᾽ Ἀργείων σέο τ᾽ αὐτοῦ κήδεα λυγρά.
370
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
εἴ τινας ἀντιθέων ἑτάρων ἴδες , οἵ τοι ἅμ᾽ αὐτῷ
Ἴλιον εἰς ἅμ᾽ ἕποντο καὶ αὐτοῦ πότμον ἐπέσπον.
νὺξ δ᾽ ἥδε μάλα μακρή , ἀθέσφατος : οὐδέ πω ὥρη
εὕδειν ἐν μεγάρῳ , σὺ δέ μοι λέγε θέσκελα ἔργα.
375
καί κεν ἐς ἠῶ δῖαν ἀνασχοίμην , ὅτε μοι σὺ
τλαίης ἐν μεγάρῳ τὰ σὰ κήδεα μυθήσασθαι.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
Ἀλκίνοε κρεῖον , πάντων ἀριδείκετε λαῶν,
ὥρη μὲν πολέων μύθων , ὥρη δὲ καὶ ὕπνου:
380
εἰ δ᾽ ἔτ᾽ ἀκουέμεναί γε λιλαίεαι , οὐκ ἂν ἐγώ γε
τούτων σοι φθονέοιμι καὶ οἰκτρότερ᾽ ἄλλ᾽ ἀγορεύειν,
κήδε᾽ ἐμῶν ἑτάρων , οἳ δὴ μετόπισθεν ὄλοντο,
οἳ Τρώων μὲν ὑπεξέφυγον στονόεσσαν ἀυτήν,
ἐν νόστῳ δ᾽ ἀπόλοντο κακῆς ἰότητι γυναικός.
385
αὐτὰρ ἐπεὶ ψυχὰς μὲν ἀπεσκέδασ᾽ ἄλλυδις ἄλλῃ
ἁγνὴ Περσεφόνεια γυναικῶν θηλυτεράων,
ἦλθε δ᾽ ἐπὶ ψυχὴ Ἀγαμέμνονος Ἀτρεΐδαο
ἀχνυμένη : περὶ δ᾽ ἄλλαι ἀγηγέραθ᾽ , ὅσσοι ἅμ᾽ αὐτῷ
οἴκῳ ἐν Αἰγίσθοιο θάνον καὶ πότμον ἐπέσπον.
390
ἔγνω δ᾽ αἶψ᾽ ἔμ᾽ ἐκεῖνος , ἐπεὶ πίεν αἷμα κελαινόν: