Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἰκτροτάτην δ᾽ ἤκουσα ὄπα Πριάμοιο θυγατρός,
Κασσάνδρης , τὴν κτεῖνε Κλυταιμνήστρη δολόμητις
ἀμφ᾽ ἐμοί , αὐτὰρ ἐγὼ ποτὶ γαίῃ χεῖρας ἀείρων
βάλλον ἀποθνήσκων περὶ φασγάνῳ : δὲ κυνῶπις
425
νοσφίσατ᾽ , οὐδέ μοι ἔτλη ἰόντι περ εἰς Ἀίδαο
χερσὶ κατ᾽ ὀφθαλμοὺς ἑλέειν σύν τε στόμ᾽ ἐρεῖσαι.
ὣς οὐκ αἰνότερον καὶ κύντερον ἄλλο γυναικός,
τις δὴ τοιαῦτα μετὰ φρεσὶν ἔργα βάληται:
οἷον δὴ καὶ κείνη ἐμήσατο ἔργον ἀεικές,
430
κουριδίῳ τεύξασα πόσει φόνον . τοι ἔφην γε
ἀσπάσιος παίδεσσιν ἰδὲ δμώεσσιν ἐμοῖσιν
οἴκαδ᾽ ἐλεύσεσθαι : δ᾽ ἔξοχα λυγρὰ ἰδυῖα
οἷ τε κατ᾽ αἶσχος ἔχευε καὶ ἐσσομένῃσιν ὀπίσσω
θηλυτέρῃσι γυναιξί , καὶ κ᾽ ἐυεργὸς ἔῃσιν.’
435
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
πόποι , μάλα δὴ γόνον Ἀτρέος εὐρύοπα Ζεὺς
ἐκπάγλως ἤχθηρε γυναικείας διὰ βουλὰς
ἐξ ἀρχῆς : Ἑλένης μὲν ἀπωλόμεθ᾽ εἵνεκα πολλοί,
σοὶ δὲ Κλυταιμνήστρη δόλον ἤρτυε τηλόθ᾽ ἐόντι.’
440
ὣς ἐφάμην , δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπε:
τῷ νῦν μή ποτε καὶ σὺ γυναικί περ ἤπιος εἶναι:
μή οἱ μῦθον ἅπαντα πιφαυσκέμεν , ὅν κ᾽ ἐὺ εἰδῇς,
ἀλλὰ τὸ μὲν φάσθαι , τὸ δὲ καὶ κεκρυμμένον εἶναι.
ἀλλ᾽ οὐ σοί γ᾽ , Ὀδυσεῦ , φόνος ἔσσεται ἔκ γε γυναικός:
445
λίην γὰρ πινυτή τε καὶ εὖ φρεσὶ μήδεα οἶδε
κούρη Ἰκαρίοιο , περίφρων Πηνελόπεια.
μέν μιν νύμφην γε νέην κατελείπομεν ἡμεῖς
ἐρχόμενοι πόλεμόνδε : πάϊς δέ οἱ ἦν ἐπὶ μαζῷ
νήπιος , ὅς που νῦν γε μετ᾽ ἀνδρῶν ἵζει ἀριθμῷ,
450
ὄλβιος : γὰρ τόν γε πατὴρ φίλος ὄψεται ἐλθών,