Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καὶ κεῖνος πατέρα προσπτύξεται , θέμις ἐστίν.
δ᾽ ἐμὴ οὐδέ περ υἷος ἐνιπλησθῆναι ἄκοιτις
ὀφθαλμοῖσιν ἔασε : πάρος δέ με πέφνε καὶ αὐτόν.
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
455
κρύβδην , μηδ᾽ ἀναφανδά , φίλην ἐς πατρίδα γαῖαν
νῆα κατισχέμεναι : ἐπεὶ οὐκέτι πιστὰ γυναιξίν.
ἀλλ᾽ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
εἴ που ἔτι ζώοντος ἀκούετε παιδὸς ἐμοῖο,
που ἐν Ὀρχομενῷ ἐν Πύλῳ ἠμαθόεντι,
460
που πὰρ Μενελάῳ ἐνὶ Σπάρτῃ εὐρείῃ:
οὐ γάρ πω τέθνηκεν ἐπὶ χθονὶ δῖος Ὀρέστης.’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
Ἀτρεΐδη , τί με ταῦτα διείρεαι ; οὐδέ τι οἶδα,
ζώει γ᾽ τέθνηκε : κακὸν δ᾽ ἀνεμώλια βάζειν.’
465
νῶι μὲν ὣς ἐπέεσσιν ἀμειβομένω στυγεροῖσιν
ἕσταμεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες:
ἦλθε δ᾽ ἐπὶ ψυχὴ Πηληϊάδεω Ἀχιλῆος
καὶ Πατροκλῆος καὶ ἀμύμονος Ἀντιλόχοιο
Αἴαντός θ᾽ , ὃς ἄριστος ἔην εἶδός τε δέμας τε
470
τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐωνα.
ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο
καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
“ ‘διογενὲς Λαερτιάδη , πολυμήχαν᾽ Ὀδυσσεῦ,
σχέτλιε , τίπτ᾽ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;
475
πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν , ἔνθα τε νεκροὶ
ἀφραδέες ναίουσι , βροτῶν εἴδωλα καμόντων;”
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
Ἀχιλεῦ Πηλῆος υἱέ , μέγα φέρτατ᾽ Ἀχαιῶν,
ἦλθον Τειρεσίαο κατὰ χρέος , εἴ τινα βουλὴν
480
εἴποι , ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην: