Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος , οὐδέ πω ἁμῆς
γῆς ἐπέβην , ἀλλ᾽ αἰὲν ἔχω κακά . σεῖο δ᾽ , Ἀχιλλεῦ,
οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτ᾽ ἄρ᾽ ὀπίσσω.
πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν
485
Ἀργεῖοι , νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν
ἐνθάδ᾽ ἐών : τῷ μή τι θανὼν ἀκαχίζευ , Ἀχιλλεῦ.’
ὣς ἐφάμην , δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπε:
μὴ δή μοι θάνατόν γε παραύδα , φαίδιμ᾽ Ὀδυσσεῦ.
βουλοίμην κ᾽ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,
490
ἀνδρὶ παρ᾽ ἀκλήρῳ , μὴ βίοτος πολὺς εἴη,
πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.
ἀλλ᾽ ἄγε μοι τοῦ παιδὸς ἀγαυοῦ μῦθον ἐνίσπες,
ἕπετ᾽ ἐς πόλεμον πρόμος ἔμμεναι , ἦε καὶ οὐκί.
εἰπὲ δέ μοι Πηλῆος ἀμύμονος , εἴ τι πέπυσσαι,
495
ἔτ᾽ ἔχει τιμὴν πολέσιν μετὰ Μυρμιδόνεσσιν,
μιν ἀτιμάζουσιν ἀν᾽ Ἑλλάδα τε Φθίην τε,
οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε.
οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπ᾽ αὐγὰς ἠελίοιο,
τοῖος ἐών , οἷός ποτ᾽ ἐνὶ Τροίῃ εὐρείῃ
500
πέφνον λαὸν ἄριστον , ἀμύνων Ἀργείοισιν:
εἰ τοιόσδ᾽ ἔλθοιμι μίνυνθά περ ἐς πατέρος δῶ:
τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους,
οἳ κεῖνον βιόωνται ἐέργουσίν τ᾽ ἀπὸ τιμῆς.’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
505
τοι μὲν Πηλῆος ἀμύμονος οὔ τι πέπυσμαι,
αὐτάρ τοι παιδός γε Νεοπτολέμοιο φίλοιο
πᾶσαν ἀληθείην μυθήσομαι , ὥς με κελεύεις:
αὐτὸς γάρ μιν ἐγὼ κοίλης ἐπὶ νηὸς ἐίσης
ἤγαγον ἐκ Σκύρου μετ᾽ ἐυκνήμιδας Ἀχαιούς.
510
τοι ὅτ᾽ ἀμφὶ πόλιν Τροίην φραζοίμεθα βουλάς,