Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αἱ δ᾽ ἄλλαι ψυχαὶ νεκύων κατατεθνηώτων
ἕστασαν ἀχνύμεναι , εἴροντο δὲ κήδε᾽ ἑκάστη.
οἴη δ᾽ Αἴαντος ψυχὴ Τελαμωνιάδαο
νόσφιν ἀφεστήκει , κεχολωμένη εἵνεκα νίκης,
545
τήν μιν ἐγὼ νίκησα δικαζόμενος παρὰ νηυσὶ
τεύχεσιν ἀμφ᾽ Ἀχιλῆος : ἔθηκε δὲ πότνια μήτηρ.
παῖδες δὲ Τρώων δίκασαν καὶ Παλλὰς Ἀθήνη.
ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδ᾽ ἐπ᾽ ἀέθλῳ:
τοίην γὰρ κεφαλὴν ἕνεκ᾽ αὐτῶν γαῖα κατέσχεν,
550
Αἴανθ᾽ , ὃς πέρι μὲν εἶδος , πέρι δ᾽ ἔργα τέτυκτο
τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐωνα.
τὸν μὲν ἐγὼν ἐπέεσσι προσηύδων μειλιχίοισιν:
Αἶαν , παῖ Τελαμῶνος ἀμύμονος , οὐκ ἄρ᾽ ἔμελλες
οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων
555
οὐλομένων ; τὰ δὲ πῆμα θεοὶ θέσαν Ἀργείοισι,
τοῖος γάρ σφιν πύργος ἀπώλεο : σεῖο δ᾽ Ἀχαιοὶ
ἶσον Ἀχιλλῆος κεφαλῇ Πηληϊάδαο
ἀχνύμεθα φθιμένοιο διαμπερές : οὐδέ τις ἄλλος
αἴτιος , ἀλλὰ Ζεὺς Δαναῶν στρατὸν αἰχμητάων
560
ἐκπάγλως ἤχθηρε , τεῒν δ᾽ ἐπὶ μοῖραν ἔθηκεν.
ἀλλ᾽ ἄγε δεῦρο , ἄναξ , ἵν᾽ ἔπος καὶ μῦθον ἀκούσῃς
ἡμέτερον : δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν.’
ὣς ἐφάμην , δέ μ᾽ οὐδὲν ἀμείβετο , βῆ δὲ μετ᾽ ἄλλας
ψυχὰς εἰς Ἔρεβος νεκύων κατατεθνηώτων.
565
ἔνθα χ᾽ ὅμως προσέφη κεχολωμένος , κεν ἐγὼ τόν:
ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι
τῶν ἄλλων ψυχὰς ἰδέειν κατατεθνηώτων.
ἔνθ᾽ τοι Μίνωα ἴδον , Διὸς ἀγλαὸν υἱόν,
χρύσεον σκῆπτρον ἔχοντα , θεμιστεύοντα νέκυσσιν,
570
ἥμενον , οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα,