Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τὸν δὲ μετ᾽ εἰσενόησα βίην Ἡρακληείην,
εἴδωλον : αὐτὸς δὲ μετ᾽ ἀθανάτοισι θεοῖσι
τέρπεται ἐν θαλίῃς καὶ ἔχει καλλίσφυρον Ἥβην,
παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου.
605
ἀμφὶ δέ μιν κλαγγὴ νεκύων ἦν οἰωνῶν ὥς,
πάντοσ᾽ ἀτυζομένων : δ᾽ ἐρεμνῇ νυκτὶ ἐοικώς,
γυμνὸν τόξον ἔχων καὶ ἐπὶ νευρῆφιν ὀιστόν,
δεινὸν παπταίνων , αἰεὶ βαλέοντι ἐοικώς.
σμερδαλέος δέ οἱ ἀμφὶ περὶ στήθεσσιν ἀορτὴρ
610
χρύσεος ἦν τελαμών , ἵνα θέσκελα ἔργα τέτυκτο,
ἄρκτοι τ᾽ ἀγρότεροί τε σύες χαροποί τε λέοντες,
ὑσμῖναί τε μάχαι τε φόνοι τ᾽ ἀνδροκτασίαι τε.
μὴ τεχνησάμενος μηδ᾽ ἄλλο τι τεχνήσαιτο,
ὃς κεῖνον τελαμῶνα ἑῇ ἐγκάτθετο τέχνῃ.
615
ἔγνω δ᾽ αὖτ᾽ ἔμ᾽ ἐκεῖνος , ἐπεὶ ἴδεν ὀφθαλμοῖσιν,
καί μ᾽ ὀλοφυρόμενος ἔπεα πτερόεντα προσηύδα:
“‘διογενὲς Λαερτιάδη , πολυμήχαν᾽ Ὀδυσσεῦ,
δείλ᾽ , τινὰ καὶ σὺ κακὸν μόρον ἡγηλάζεις,
ὅν περ ἐγὼν ὀχέεσκον ὑπ᾽ αὐγὰς ἠελίοιο.
620
Ζηνὸς μὲν πάϊς ἦα Κρονίονος , αὐτὰρ ὀιζὺν
εἶχον ἀπειρεσίην : μάλα γὰρ πολὺ χείρονι φωτὶ
δεδμήμην , δέ μοι χαλεποὺς ἐπετέλλετ᾽ ἀέθλους.
καί ποτέ μ᾽ ἐνθάδ᾽ ἔπεμψε κύν᾽ ἄξοντ᾽ : οὐ γὰρ ἔτ᾽ ἄλλον
φράζετο τοῦδέ γέ μοι κρατερώτερον εἶναι ἄεθλον:
625
τὸν μὲν ἐγὼν ἀνένεικα καὶ ἤγαγον ἐξ Ἀίδαο:
Ἑρμείας δέ μ᾽ ἔπεμψεν ἰδὲ γλαυκῶπις Ἀθήνη.’
ὣς εἰπὼν μὲν αὖτις ἔβη δόμον Ἄϊδος εἴσω,
αὐτὰρ ἐγὼν αὐτοῦ μένον ἔμπεδον , εἴ τις ἔτ᾽ ἔλθοι
ἀνδρῶν ἡρώων , οἳ δὴ τὸ πρόσθεν ὄλοντο.
630
καί νύ κ᾽ ἔτι προτέρους ἴδον ἀνέρας , οὓς ἔθελόν περ,