Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
12
αὐτὰρ ἐπεὶ ποταμοῖο λίπεν ῥόον Ὠκεανοῖο
νηῦς , ἀπὸ δ᾽ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο
νῆσόν τ᾽ Αἰαίην , ὅθι τ᾽ Ἠοῦς ἠριγενείης
οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ Ἠελίοιο,
5
νῆα μὲν ἔνθ᾽ ἐλθόντες ἐκέλσαμεν ἐν ψαμάθοισιν,
ἐκ δὲ καὶ αὐτοὶ βῆμεν ἐπὶ ῥηγμῖνι θαλάσσης:
ἔνθα δ᾽ ἀποβρίξαντες ἐμείναμεν Ἠῶ δῖαν.
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
δὴ τότ᾽ ἐγὼν ἑτάρους προΐειν ἐς δώματα Κίρκης
10
οἰσέμεναι νεκρόν , Ἐλπήνορα τεθνηῶτα.
φιτροὺς δ᾽ αἶψα ταμόντες , ὅθ᾽ ἀκροτάτη πρόεχ᾽ ἀκτή,
θάπτομεν ἀχνύμενοι θαλερὸν κατὰ δάκρυ χέοντες.
αὐτὰρ ἐπεὶ νεκρός τ᾽ ἐκάη καὶ τεύχεα νεκροῦ,
τύμβον χεύαντες καὶ ἐπὶ στήλην ἐρύσαντες
15
πήξαμεν ἀκροτάτῳ τύμβῳ ἐυῆρες ἐρετμόν.
ἡμεῖς μὲν τὰ ἕκαστα διείπομεν : οὐδ᾽ ἄρα Κίρκην
ἐξ Ἀίδεω ἐλθόντες ἐλήθομεν , ἀλλὰ μάλ᾽ ὦκα
ἦλθ᾽ ἐντυναμένη : ἅμα δ᾽ ἀμφίπολοι φέρον αὐτῇ
σῖτον καὶ κρέα πολλὰ καὶ αἴθοπα οἶνον ἐρυθρόν.
20
δ᾽ ἐν μέσσῳ στᾶσα μετηύδα δῖα θεάων:
“‘σχέτλιοι , οἳ ζώοντες ὑπήλθετε δῶμ᾽ Ἀίδαο,
δισθανέες , ὅτε τ᾽ ἄλλοι ἅπαξ θνῄσκουσ᾽ ἄνθρωποι.
ἀλλ᾽ ἄγετ᾽ ἐσθίετε βρώμην καὶ πίνετε οἶνον
αὖθι πανημέριοι : ἅμα δ᾽ ἠοῖ φαινομένηφι
25
πλεύσεσθ᾽ : αὐτὰρ ἐγὼ δείξω ὁδὸν ἠδὲ ἕκαστα
σημανέω , ἵνα μή τι κακορραφίῃ ἀλεγεινῇ
ἁλὸς ἐπὶ γῆς ἀλγήσετε πῆμα παθόντες.’
ὣς ἔφαθ᾽ , ἡμῖν δ᾽ αὖτ᾽ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
30
ἥμεθα δαινύμενοι κρέα τ᾽ ἄσπετα καὶ μέθυ ἡδύ: