Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἢν γὰρ δηθύνῃσθα κορυσσόμενος παρὰ πέτρῃ,
δείδω , μή σ᾽ ἐξαῦτις ἐφορμηθεῖσα κίχῃσι
τόσσῃσιν κεφαλῇσι , τόσους δ᾽ ἐκ φῶτας ἕληται.
ἀλλὰ μάλα σφοδρῶς ἐλάαν , βωστρεῖν δὲ Κράταιιν,
125
μητέρα τῆς Σκύλλης , μιν τέκε πῆμα βροτοῖσιν:
μιν ἔπειτ᾽ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
Θρινακίην δ᾽ ἐς νῆσον ἀφίξεαι : ἔνθα δὲ πολλαὶ
βόσκοντ᾽ Ἠελίοιο βόες καὶ ἴφια μῆλα,
ἑπτὰ βοῶν ἀγέλαι , τόσα δ᾽ οἰῶν πώεα καλά,
130
πεντήκοντα δ᾽ ἕκαστα . γόνος δ᾽ οὐ γίγνεται αὐτῶν,
οὐδέ ποτε φθινύθουσι . θεαὶ δ᾽ ἐπιποιμένες εἰσίν,
νύμφαι ἐυπλόκαμοι , Φαέθουσά τε Λαμπετίη τε,
ἃς τέκεν Ἠελίῳ Ὑπερίονι δῖα Νέαιρα.
τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ
135
Θρινακίην ἐς νῆσον ἀπῴκισε τηλόθι ναίειν,
μῆλα φυλασσέμεναι πατρώια καὶ ἕλικας βοῦς.
τὰς εἰ μέν κ᾽ ἀσινέας ἐάᾳς νόστου τε μέδηαι,
τ᾽ ἂν ἔτ᾽ εἰς Ἰθάκην κακά περ πάσχοντες ἵκοισθε:
εἰ δέ κε σίνηαι , τότε τοι τεκμαίρομ᾽ ὄλεθρον,
140
νηί τε καὶ ἑτάροις : αὐτὸς δ᾽ εἴ πέρ κεν ἀλύξῃς,
ὀψὲ κακῶς νεῖαι , ὀλέσας ἄπο πάντας ἑταίρους.’
ὣς ἔφατ᾽ , αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
μὲν ἔπειτ᾽ ἀνὰ νῆσον ἀπέστιχε δῖα θεάων:
αὐτὰρ ἐγὼν ἐπὶ νῆα κιὼν ὤτρυνον ἑταίρους
145
αὐτούς τ᾽ ἀμβαίνειν ἀνά τε πρυμνήσια λῦσαι:
οἱ δ᾽ αἶψ᾽ εἴσβαινον καὶ ἐπὶ κληῖσι καθῖζον.
ἑξῆς δ᾽ ἑζόμενοι πολιὴν ἅλα τύπτον ἐρετμοῖς.
ἡμῖν δ᾽ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
ἴκμενον οὖρον ἵει πλησίστιον , ἐσθλὸν ἑταῖρον,
150
Κίρκη ἐυπλόκαμος , δεινὴ θεὸς αὐδήεσσα.