Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλ᾽ ὅτε τόσσον ἀπῆμεν ὅσον τε γέγωνε βοήσας,
ῥίμφα διώκοντες , τὰς δ᾽ οὐ λάθεν ὠκύαλος νηῦς
ἐγγύθεν ὀρνυμένη , λιγυρὴν δ᾽ ἔντυνον ἀοιδήν:
“‘δεῦρ᾽ ἄγ᾽ ἰών , πολύαιν᾽ Ὀδυσεῦ , μέγα κῦδος Ἀχαιῶν,
185
νῆα κατάστησον , ἵνα νωιτέρην ὄπ ἀκούσῃς.
οὐ γάρ πώ τις τῇδε παρήλασε νηὶ μελαίνῃ,
πρίν γ᾽ ἡμέων μελίγηρυν ἀπὸ στομάτων ὄπ᾽ ἀκοῦσαι,
ἀλλ᾽ γε τερψάμενος νεῖται καὶ πλείονα εἰδώς.
ἴδμεν γάρ τοι πάνθ᾽ ὅσ᾽ ἐνὶ Τροίῃ εὐρείῃ
190
Ἀργεῖοι Τρῶές τε θεῶν ἰότητι μόγησαν,
ἴδμεν δ᾽ , ὅσσα γένηται ἐπὶ χθονὶ πουλυβοτείρῃ.’
ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον : αὐτὰρ ἐμὸν κῆρ
ἤθελ᾽ ἀκουέμεναι , λῦσαί τ᾽ ἐκέλευον ἑταίρους
ὀφρύσι νευστάζων : οἱ δὲ προπεσόντες ἔρεσσον.
195
αὐτίκα δ᾽ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε
πλείοσί μ᾽ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν , οὐδ᾽ ἔτ᾽ ἔπειτα
φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τ᾽ ἀοιδῆς,
αἶψ᾽ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι,
200
ὅν σφιν ἐπ᾽ ὠσὶν ἄλειψ᾽ , ἐμέ τ᾽ ἐκ δεσμῶν ἀνέλυσαν.
ἀλλ᾽ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν , αὐτίκ᾽ ἔπειτα
καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
τῶν δ᾽ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατ᾽ ἐρετμά,
βόμβησαν δ᾽ ἄρα πάντα κατὰ ῥόον : ἔσχετο δ᾽ αὐτοῦ
205
νηῦς , ἐπεὶ οὐκέτ᾽ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους
μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον:
“ ‘ φίλοι , οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν:
οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν , ὅτε Κύκλωψ
210
εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν: