Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ , βουλῇ τε νόῳ τε,
ἐκφύγομεν , καί που τῶνδε μνήσεσθαι ὀίω.
νῦν δ᾽ ἄγεθ᾽ , ὡς ἂν ἐγὼ εἴπω , πειθώμεθα πάντες.
ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν
215
τύπτετε κληίδεσσιν ἐφήμενοι , αἴ κέ ποθι Ζεὺς
δώῃ τόνδε γ᾽ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι:
σοὶ δέ , κυβερνῆθ᾽ , ὧδ᾽ ἐπιτέλλομαι : ἀλλ᾽ ἐνὶ θυμῷ
βάλλευ , ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.
τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
220
νῆα , σὺ δὲ σκοπέλου ἐπιμαίεο , μή σε λάθῃσι
κεῖσ᾽ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.’
ὣς ἐφάμην , οἱ δ᾽ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
Σκύλλην δ᾽ οὐκέτ᾽ ἐμυθεόμην , ἄπρηκτον ἀνίην,
μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι
225
εἰρεσίης , ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
λανθανόμην , ἐπεὶ οὔ τί μ᾽ ἀνώγει θωρήσσεσθαι:
αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε
μάκρ᾽ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον
230
πρῴρης : ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι
Σκύλλην πετραίην , μοι φέρε πῆμ᾽ ἑτάροισιν.
οὐδέ πῃ ἀθρῆσαι δυνάμην , ἔκαμον δέ μοι ὄσσε
πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες:
235
ἔνθεν μὲν Σκύλλη , ἑτέρωθι δὲ δῖα Χάρυβδις
δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
τοι ὅτ᾽ ἐξεμέσειε , λέβης ὣς ἐν πυρὶ πολλῷ
πᾶσ᾽ ἀναμορμύρεσκε κυκωμένη , ὑψόσε δ᾽ ἄχνη
ἄκροισι σκοπέλοισιν ἐπ᾽ ἀμφοτέροισιν ἔπιπτεν:
240
ἀλλ᾽ ὅτ᾽ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ,