Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πᾶσ᾽ ἔντοσθε φάνεσκε κυκωμένη , ἀμφὶ δὲ πέτρη
δεινὸν ἐβεβρύχει , ὑπένερθε δὲ γαῖα φάνεσκε
ψάμμῳ κυανέη : τοὺς δὲ χλωρὸν δέος ᾕρει.
ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον:
245
τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους
ἓξ ἕλεθ᾽ , οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
σκεψάμενος δ᾽ ἐς νῆα θοὴν ἅμα καὶ μεθ᾽ ἑταίρους
ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν
ὑψόσ᾽ ἀειρομένων : ἐμὲ δὲ φθέγγοντο καλεῦντες
250
ἐξονομακλήδην , τότε γ᾽ ὕστατον , ἀχνύμενοι κῆρ.
ὡς δ᾽ ὅτ᾽ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ
ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων
ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο,
ἀσπαίροντα δ᾽ ἔπειτα λαβὼν ἔρριψε θύραζε,
255
ὣς οἵ γ᾽ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας:
αὐτοῦ δ᾽ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας
χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι:
οἴκτιστον δὴ κεῖνο ἐμοῖς ἴδον ὀφθαλμοῖσι
πάντων , ὅσσ᾽ ἐμόγησα πόρους ἁλὸς ἐξερεείνων.
260
αὐτὰρ ἐπεὶ πέτρας φύγομεν δεινήν τε Χάρυβδιν
Σκύλλην τ᾽ , αὐτίκ᾽ ἔπειτα θεοῦ ἐς ἀμύμονα νῆσον
ἱκόμεθ᾽ : ἔνθα δ᾽ ἔσαν καλαὶ βόες εὐρυμέτωποι,
πολλὰ δὲ ἴφια μῆλ᾽ Ὑπερίονος Ἠελίοιο.
δὴ τότ᾽ ἐγὼν ἔτι πόντῳ ἐὼν ἐν νηὶ μελαίνῃ
265
μυκηθμοῦ τ᾽ ἤκουσα βοῶν αὐλιζομενάων
οἰῶν τε βληχήν : καί μοι ἔπος ἔμπεσε θυμῷ
μάντηος ἀλαοῦ , Θηβαίου Τειρεσίαο,
Κίρκης τ᾽ Αἰαίης , μοι μάλα πόλλ᾽ ἐπέτελλε
νῆσον ἀλεύασθαι τερψιμβρότου Ἠελίοιο.
270
δὴ τότ᾽ ἐγὼν ἑτάροισι μετηύδων ἀχνύμενος κῆρ: