Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἰχθῦς ὄρνιθάς τε , φίλας τι χεῖρας ἵκοιτο,
γναμπτοῖς ἀγκίστροισιν , ἔτειρε δὲ γαστέρα λιμός:
δὴ τότ᾽ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον , ὄφρα θεοῖσιν
εὐξαίμην , εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
335
ἀλλ᾽ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους,
χεῖρας νιψάμενος , ὅθ᾽ ἐπὶ σκέπας ἦν ἀνέμοιο,
ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν:
οἱ δ᾽ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
Εὐρύλοχος δ᾽ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς:
340
“‘κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι,
λιμῷ δ᾽ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
ἀλλ᾽ ἄγετ᾽ , Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
ῥέξομεν ἀθανάτοισι , τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
345
εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα , πατρίδα γαῖαν,
αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν
τεύξομεν , ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων
νῆ᾽ ἐθέλῃ ὀλέσαι , ἐπὶ δ᾽ ἕσπωνται θεοὶ ἄλλοι,
350
βούλομ᾽ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι,
δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.’
“‘ὣς ἔφατ᾽ Εὐρύλοχος , ἐπὶ δ᾽ ᾔνεον ἄλλοι ἑταῖροι.
αὐτίκα δ᾽ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
ἐγγύθεν , οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο
355
βοσκέσκονθ᾽ ἕλικες καλαὶ βόες εὐρυμέτωποι:
τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν,
φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο:
οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.
αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν,
360
μηρούς τ᾽ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν