Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
σμερδαλέη κεφαλή , ἐν δὲ τρίστοιχοι ὀδόντες
πυκνοὶ καὶ θαμέες , πλεῖοι μέλανος θανάτοιο.
μέσση μέν τε κατὰ σπείους κοίλοιο δέδυκεν,
ἔξω δ᾽ ἐξίσχει κεφαλὰς δεινοῖο βερέθρου,
95
αὐτοῦ δ᾽ ἰχθυάᾳ , σκόπελον περιμαιμώωσα,
δελφῖνάς τε κύνας τε , καὶ εἴ ποθι μεῖζον ἕλῃσι
κῆτος , μυρία βόσκει ἀγάστονος Ἀμφιτρίτη.
τῇ δ᾽ οὔ πώ ποτε ναῦται ἀκήριοι εὐχετόωνται
παρφυγέειν σὺν νηί : φέρει δέ τε κρατὶ ἑκάστῳ
100
φῶτ᾽ ἐξαρπάξασα νεὸς κυανοπρῴροιο.
“‘τὸν δ᾽ ἕτερον σκόπελον χθαμαλώτερον ὄψει , Ὀδυσσεῦ.
πλησίον ἀλλήλων : καί κεν διοϊστεύσειας.
τῷ δ᾽ ἐν ἐρινεὸς ἔστι μέγας , φύλλοισι τεθηλώς:
τῷ δ᾽ ὑπὸ δῖα Χάρυβδις ἀναρροιβδεῖ μέλαν ὕδωρ.
105
τρὶς μὲν γάρ τ᾽ ἀνίησιν ἐπ᾽ ἤματι , τρὶς δ᾽ ἀναροιβδεῖ
δεινόν : μὴ σύ γε κεῖθι τύχοις , ὅτε ῥοιβδήσειεν:
οὐ γάρ κεν ῥύσαιτό σ᾽ ὑπὲκ κακοῦ οὐδ᾽ ἐνοσίχθων.
ἀλλὰ μάλα Σκύλλης σκοπέλῳ πεπλημένος ὦκα
νῆα παρὲξ ἐλάαν , ἐπεὶ πολὺ φέρτερόν ἐστιν
110
ἓξ ἑτάρους ἐν νηὶ ποθήμεναι ἅμα πάντας.’
ὣς ἔφατ᾽ , αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον:
εἰ δ᾽ ἄγε δή μοι τοῦτο , θεά , νημερτὲς ἐνίσπες,
εἴ πως τὴν ὀλοὴν μὲν ὑπεκπροφύγοιμι Χάρυβδιν,
τὴν δέ κ᾽ ἀμυναίμην , ὅτε μοι σίνοιτό γ᾽ ἑταίρους.’
115
ὣς ἐφάμην , δ᾽ αὐτίκ᾽ ἀμείβετο δῖα θεάων:
σχέτλιε , καὶ δὴ αὖ τοι πολεμήια ἔργα μέμηλε
καὶ πόνος : οὐδὲ θεοῖσιν ὑπείξεαι ἀθανάτοισιν;
δέ τοι οὐ θνητή , ἀλλ᾽ ἀθάνατον κακόν ἐστι,
δεινόν τ᾽ ἀργαλέον τε καὶ ἄγριον οὐδὲ μαχητόν:
120
οὐδέ τις ἔστ᾽ ἀλκή : φυγέειν κάρτιστον ἀπ᾽ αὐτῆς.