Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
13
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ,
κηληθμῷ δ᾽ ἔσχοντο κατὰ μέγαρα σκιόεντα.
τὸν δ᾽ αὖτ᾽ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε:
Ὀδυσεῦ , ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ,
5
ὑψερεφές , τῷ σ᾽ οὔ τι παλιμπλαγχθέντα γ᾽ ὀΐω
ἂψ ἀπονοστήσειν , εἰ καὶ μάλα πολλὰ πέπονθας.
ὑμέων δ᾽ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω,
ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον
αἰεὶ πίνετ᾽ ἐμοῖσιν , ἀκουάζεσθε δ᾽ ἀοιδοῦ.
10
εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ
κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα
δῶρ᾽ , ὅσα Φαιήκων βουληφόροι ἐνθάδ᾽ ἔνεικαν:
ἀλλ᾽ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα
ἀνδρακάς : ἡμεῖς δ᾽ αὖτε ἀγειρόμενοι κατὰ δῆμον
15
τισόμεθ᾽ : ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι.”
ὣς ἔφατ᾽ Ἀλκίνοος , τοῖσιν δ᾽ ἐπιὴνδανε μῦθος.
οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος,
ἦμος δ᾽ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
νῆάδ᾽ ἐπεσσεύοντο , φέρον δ᾽ εὐήνορα χαλκόν.
20
καὶ τὰ μὲν εὖ κατέθηχ᾽ ἱερὸν μένος Ἀλκινόοιο,
αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά , μή τιν᾽ ἑταίρων
βλάπτοι ἐλαυνόντων , ὁπότε σπερχοίατ᾽ ἐρετμοῖς.
οἱ δ᾽ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτ᾽ ἀλέγυνον.
τοῖσι δὲ βοῦν ἱέρευσ᾽ ἱερὸν μένος Ἀλκινόοιο
25
Ζηνὶ κελαινεφέϊ Κρονίδῃ , ὃς πᾶσιν ἀνάσσει.
μῆρα δὲ κήαντες δαίνυντ᾽ ἐρικυδέα δαῖτα
τερπόμενοι : μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός,
Δημόδοκος , λαοῖσι τετιμένος . αὐτὰρ Ὀδυσσεὺς
πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα,
30
δῦναι ἐπειγόμενος : δὴ γὰρ μενέαινε νέεσθαι.