Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὤπασαν οἴκαδ᾽ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
καὶ τὰ μὲν οὖν παρὰ πυθμέν᾽ ἐλαίης ἀθρόα θῆκαν
ἐκτὸς ὁδοῦ , μή πώς τις ὁδιτάων ἀνθρώπων,
πρίν γ᾽ Ὀδυσῆ᾽ ἔγρεσθαι , ἐπελθὼν δηλήσαιτο:
125
αὐτοὶ δ᾽ αὖτ᾽ οἶκόνδε πάλιν κίον . οὐδ᾽ ἐνοσίχθων
λήθετ᾽ ἀπειλάων , τὰς ἀντιθέῳ Ὀδυσῆϊ
πρῶτον ἐπηπείλησε , Διὸς δ᾽ ἐξείρετο βουλήν:
Ζεῦ πάτερ , οὐκέτ᾽ ἐγώ γε μετ᾽ ἀθανάτοισι θεοῖσι
τιμήεις ἔσομαι , ὅτε με βροτοὶ οὔ τι τίουσιν,
130
Φαίηκες , τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
καὶ γὰρ νῦν Ὀδυσῆ᾽ ἐφάμην κακὰ πολλὰ παθόντα
οἴκαδ᾽ ἐλεύσεσθαι : νόστον δέ οἱ οὔ ποτ᾽ ἀπηύρων
πάγχυ , ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
οἱ δ᾽ εὕδοντ᾽ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες
135
κάτθεσαν εἰν Ἰθάκῃ , ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θ᾽ ὑφαντήν,
πόλλ᾽ , ὅσ᾽ ἂν οὐδέ ποτε Τροίης ἐξήρατ᾽ Ὀδυσσεύς,
εἴ περ ἀπήμων ἦλθε , λαχὼν ἀπὸ ληΐδος αἶσαν.”
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς:
140
πόποι , ἐννοσίγαι᾽ εὐρυσθενές , οἷον ἔειπες.
οὔ τί σ᾽ ἀτιμάζουσι θεοί : χαλεπὸν δέ κεν εἴη
πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
ἀνδρῶν δ᾽ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων
οὔ τι τίει . σοὶ δ᾽ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
145
ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.”
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Ποσειδάων ἐνοσίχθων:
αἶψά κ᾽ ἐγὼν ἔρξαιμι , κελαινεφές , ὡς ἀγορεύεις:
ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδ᾽ ἀλεείνω.
νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα,
150
ἐκ πομπῆς ἀνιοῦσαν , ἐν ἠεροειδέϊ πόντῳ