Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἡμέτερον προτὶ ἄστυ : Ποσειδάωνι δὲ ταύρους
δώδεκα κεκριμένους ἱερεύσομεν , αἴ κ᾽ ἐλεήσῃ,
μηδ᾽ ἡμῖν περίμηκες ὄρος πόλει ἀμφικαλύψῃ.”
ὣς ἔφαθ᾽ , οἱ δ᾽ ἔδεισαν , ἑτοιμάσσαντο δὲ ταύρους.
185
ὣς οἱ μέν ῥ᾽ εὔχοντο Ποσειδάωνι ἄνακτι
δήμου Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,
ἑσταότες περὶ βωμόν . δ᾽ ἔγρετο δῖος Ὀδυσσεὺς
εὕδων ἐν γαίῃ πατρωΐῃ , οὐδέ μιν ἔγνω,
ἤδη δὴν ἀπεών : περὶ γὰρ θεὸς ἠέρα χεῦε
190
Παλλὰς Ἀθηναίη , κούρη Διός , ὄφρα μιν αὐτὸν
ἄγνωστον τεύξειεν ἕκαστά τε μυθήσαιτο,
μή μιν πρὶν ἄλοχος γνοίη ἀστοί τε φίλοι τε,
πρὶν πᾶσαν μνηστῆρας ὑπερβασίην ἀποτῖσαι.
τοὔνεκ᾽ ἄρ᾽ ἀλλοειδέα φαινέσκετο πάντα ἄνακτι,
195
ἀτραπιτοί τε διηνεκέες λιμένες τε πάνορμοι
πέτραι τ᾽ ἠλίβατοι καὶ δένδρεα τηλεθόωντα.
στῆ δ᾽ ἄρ᾽ ἀναΐξας καί ῥ᾽ εἴσιδε πατρίδα γαῖαν:
ᾤμωξέν τ᾽ ἄρ ἔπειτα καὶ πεπλήγετο μηρὼ
χερσὶ καταπρηνέσσ᾽ , ὀλοφυρόμενος δ᾽ ἔπος ηὔδα:
200
μοι ἐγώ , τέων αὖτε βροτῶν ἐς γαῖαν ἱκάνω;
ῥ᾽ οἵ γ᾽ ὑβρισταί τε καὶ ἄγριοι οὐδὲ δίκαιοι,
ἦε φιλόξεινοι , καί σφιν νόος ἐστὶ θεουδής;
πῇ δὴ χρήματα πολλὰ φέρω τάδε ; πῇ τε καὶ αὐτὸς
πλάζομαι ; αἴθ᾽ ὄφελον μεῖναι παρὰ Φαιήκεσσιν
205
αὐτοῦ : ἐγὼ δέ κεν ἄλλον ὑπερμενέων βασιλήων
ἐξικόμην , ὅς κέν μ᾽ ἐφίλει καὶ ἔπεμπε νέεσθαι.
νῦν δ᾽ οὔτ᾽ ἄρ πῃ θέσθαι ἐπίσταμαι , οὐδὲ μὲν αὐτοῦ
καλλείψω , μή πώς μοι ἕλωρ ἄλλοισι γένηται.
πόποι , οὐκ ἄρα πάντα νοήμονες οὐδὲ δίκαιοι
210
ἦσαν Φαιήκων ἡγήτορες ἠδὲ μέδοντες,