Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οἵ μ᾽ εἰς ἄλλην γαῖαν ἀπήγαγον , τέ μ᾽ ἔφαντο
ἄξειν εἰς Ἰθάκην εὐδείελον , οὐδ᾽ ἐτέλεσσαν.
Ζεὺς σφέας τίσαιτο ἱκετήσιος , ὅς τε καὶ ἄλλους
ἀνθρώπους ἐφορᾷ καὶ τίνυται ὅς τις ἁμάρτῃ.
215
ἀλλ᾽ ἄγε δὴ τὰ χρήματ᾽ ἀριθμήσω καὶ ἴδωμαι,
μή τί μοι οἴχωνται κοίλης ἐπὶ νηὸς ἄγοντες.”
ὣς εἰπὼν τρίποδας περικαλλέας ἠδὲ λέβητας
ἠρίθμει καὶ χρυσὸν ὑφαντά τε εἵματα καλά.
τῶν μὲν ἄρ᾽ ὀύ τι πόθει : δ᾽ ὀδύρετο πατρίδα γαῖαν
220
ἑρπύζων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης,
πόλλ᾽ ὀλοφυρόμενος . σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
ἀνδρὶ δέμας εἰκυῖα νέῳ , ἐπιβώτορι μήλων,
παναπάλῳ , οἷοί τε ἀνάκτων παῖδες ἔασι,
δίπτυχον ἀμφ᾽ ὤμοισιν ἔχουσ᾽ εὐεργέα λώπην:
225
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσι πέδιλ᾽ ἔχε , χερσὶ δ᾽ ἄκοντα.
τὴν δ᾽ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ ἐναντίος ἦλθε,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
φίλ᾽ , ἐπεί σε πρῶτα κιχάνω τῷδ᾽ ἐνὶ χώρῳ,
χαῖρέ τε καὶ μή μοί τι κακῷ νόῳ ἀντιβολήσαις,
230
ἀλλὰ σάω μὲν ταῦτα , σάω δ᾽ ἐμέ : σοὶ γὰρ ἐγώ γε
εὔχομαι ὥς τε θεῷ καί σευ φίλα γούναθ᾽ ἱκάνω.
καί μοι τοῦτ᾽ ἀγόρευσον ἐτήτυμον , ὄφρ᾽ ἐῢ εἰδῶ:
τίς γῆ , τίς δῆμος , τίνες ἀνέρες ἐγγεγάασιν;
πού τις νήσων εὐδείελος , ἦέ τις ἀκτὴ
235
κεῖθ᾽ ἁλὶ κεκλιμένη ἐριβώλακος ἠπείροιο;”
τὸν δ᾽ αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη:
νήπιός εἰς , ξεῖν᾽ , τηλόθεν εἰλήλουθας,
εἰ δὴ τήνδε τε γαῖαν ἀνείρεαι . οὐδέ τι λίην
οὕτω νώνυμός ἐστιν : ἴσασι δέ μιν μάλα πολλοί,
240
ἠμὲν ὅσοι ναίουσι πρὸς ἠῶ τ᾽ ἠέλιόν τε,