Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἠδ᾽ ὅσσοι μετόπισθε ποτὶ ζόφον ἠερόεντα.
τοι μὲν τρηχεῖα καὶ οὐχ ἱππήλατός ἐστιν,
οὐδὲ λίην λυπρή , ἀτὰρ οὐδ᾽ εὐρεῖα τέτυκται.
ἐν μὲν γάρ οἱ σῖτος ἀθέσφατος , ἐν δέ τε οἶνος
245
γίγνεται : αἰεὶ δ᾽ ὄμβρος ἔχει τεθαλυῖά τ᾽ ἐέρση:
αἰγίβοτος δ᾽ ἀγαθὴ καὶ βούβοτος : ἔστι μὲν ὕλη
παντοίη , ἐν δ᾽ ἀρδμοὶ ἐπηετανοὶ παρέασι.
τῷ τοι , ξεῖν᾽ , Ἰθάκης γε καὶ ἐς Τροίην ὄνομ᾽ ἵκει,
τήν περ τηλοῦ φασὶν Ἀχαιΐδος ἔμμεναι αἴης.”
250
ὣς φάτο , γήθησεν δὲ πολύτλας δῖος Ὀδυσσεύς,
χαίρων γαίῃ πατρωΐῃ , ὥς οἱ ἔειπε
Παλλὰς Ἀθηναίη , κούρη Διὸς , αἰγιόχοιο:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
οὐδ᾽ γ᾽ ἀληθέα εἶπε , πάλιν δ᾽ γε λάζετο μῦθον,
255
αἰεὶ ἐνὶ στήθεσσι νόον πολυκερδέα νωμῶν:
πυνθανόμην Ἰθάκης γε καὶ ἐν Κρήτῃ εὐρείῃ,
τηλοῦ ὑπὲρ πόντου : νῦν δ᾽ εἰλήλουθα καὶ αὐτὸς
χρήμασι σὺν τοίσδεσσι : λιπὼν δ᾽ ἔτι παισὶ τοσαῦτα
φεύγω , ἐπεὶ φίλον υἷα κατέκτανον Ἰδομενῆος,
260
Ὀρσίλοχον πόδας ὠκύν , ὃς ἐν Κρήτῃ εὐρείῃ
ἀνέρας ἀλφηστὰς νίκα ταχέεσσι πόδεσσιν,
οὕνεκά με στερέσαι τῆς ληΐδος ἤθελε πάσης
Τρωϊάδος , τῆς εἵνεκ᾽ ἐγὼ πάθον ἄλγεα θυμῷ,
ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων,
265
οὕνεκ᾽ ἄρ᾽ οὐχ πατρὶ χαριζόμενος θεράπευον
δήμῳ ἔνι Τρώων , ἀλλ᾽ ἄλλων ἦρχον ἑταίρων.
τὸν μὲν ἐγὼ κατιόντα βάλον χαλκήρεϊ δουρὶ
ἀγρόθεν , ἐγγὺς ὁδοῖο λοχησάμενος σὺν ἑταίρῳ:
νὺξ δὲ μάλα δνοφερὴ κάτεχ᾽ οὐρανόν , οὐδέ τις ἡμέας
270
ἀνθρώπων ἐνόησε , λάθον δέ θυμὸν ἀπούρας.