Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὰρ ἐπεὶ δὴ τόν γε κατέκτανον ὀξέϊ χαλκῷ,
αὐτίκ᾽ ἐγὼν ἐπὶ νῆα κιὼν Φοίνικας ἀγαυοὺς
ἐλλισάμην , καί σφιν μενοεικέα ληΐδα δῶκα:
τούς μ᾽ ἐκέλευσα Πύλονδε καταστῆσαι καὶ ἐφέσσαι
275
εἰς Ἤλιδα δῖαν , ὅθι κρατέουσιν Ἐπειοί.
ἀλλ᾽ τοι σφέας κεῖθεν ἀπώσατο ἲς ἀνέμοιο
πόλλ᾽ ἀεκαζομένους , οὐδ᾽ ἤθελον ἐξαπατῆσαι.
κεῖθεν δὲ πλαγχθέντες ἱκάνομεν ἐνθάδε νυκτός.
σπουδῇ δ᾽ ἐς λιμένα προερέσσαμεν , οὐδέ τις ἡμῖν
280
δόρπου μνῆστις ἔην , μάλα περ χατέουσιν ἑλέσθαι,
ἀλλ᾽ αὔτως ἀποβάντες ἐκείμεθα νηὸς ἅπαντες.
ἔνθ᾽ ἐμὲ μὲν γλυκὺς ὕπνος ἐπήλυθε κεκμηῶτα,
οἱ δὲ χρήματ᾽ ἐμὰ γλαφυρῆς ἐκ νηὸς ἑλόντες
κάτθεσαν , ἔνθα περ αὐτὸς ἐπὶ ψαμάθοισιν ἐκείμην.
285
οἱ δ᾽ ἐς Σιδονίην εὖ ναιομένην ἀναβάντες
ᾤχοντ᾽ : αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ.”
ὣς φάτο , μείδησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
χειρί τέ μιν κατέρεξε : δέμας δ᾽ ἤϊκτο γυναικὶ
καλῇ τε μεγάλῃ τε καὶ ἀγλαὰ ἔργα ἰδυίῃ:
290
καί μιν φωνήσασ᾽ ἔπεα πτερόεντα προσηύδα:
κερδαλέος κ᾽ εἴη καὶ ἐπίκλοπος ὅς σε παρέλθοι
ἐν πάντεσσι δόλοισι , καὶ εἰ θεὸς ἀντιάσειε.
σχέτλιε , ποικιλομῆτα , δόλων ἆτ᾽ , οὐκ ἄρ᾽ ἔμελλες,
οὐδ᾽ ἐν σῇ περ ἐὼν γαίῃ , λήξειν ἀπατάων
295
μύθων τε κλοπίων , οἵ τοι πεδόθεν φίλοι εἰσίν.
ἀλλ᾽ ἄγε , μηκέτι ταῦτα λεγώμεθα , εἰδότες ἄμφω
κέρδε᾽ , ἐπεὶ σὺ μέν ἐσσι βροτῶν ὄχ᾽ ἄριστος ἁπάντων
βουλῇ καὶ μύθοισιν , ἐγὼ δ᾽ ἐν πᾶσι θεοῖσι
μήτι τε κλέομαι καὶ κέρδεσιν : οὐδὲ σύ γ᾽ ἔγνως
300
Παλλάδ᾽ Ἀθηναίην , κούρην Διός , τέ τοι αἰεὶ