Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐν πάντεσσι πόνοισι παρίσταμαι ἠδὲ φυλάσσω,
καὶ δέ σε Φαιήκεσσι φίλον πάντεσσιν ἔθηκα,
νῦν αὖ δεῦρ᾽ ἱκόμην , ἵνα τοι σὺν μῆτιν ὑφήνω
χρήματά τε κρύψω , ὅσα τοι Φαίηκες ἀγαυοὶ
305
ὤπασαν οἴκαδ᾽ ἰόντι ἐμῇ βουλῇ τε νόῳ τε,
εἴπω θ᾽ ὅσσα τοι αἶσα δόμοις ἔνι ποιητοῖσι
κήδε᾽ ἀνασχέσθαι : σὺ δὲ τετλάμεναι καὶ ἀνάγκῃ,
μηδέ τῳ ἐκφάσθαι μήτ᾽ ἀνδρῶν μήτε γυναικῶν,
πάντων , οὕνεκ᾽ ἄρ᾽ ἦλθες ἀλώμενος , ἀλλὰ σιωπῇ
310
πάσχειν ἄλγεα πολλά , βίας ὑποδέγμενος ἀνδρῶν.”
τὴν δ᾽ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς:
ἀργαλέον σε , θεά , γνῶναι βροτῷ ἀντιάσαντι,
καὶ μάλ᾽ ἐπισταμένῳ : σὲ γὰρ αὐτὴν παντὶ ἐΐσκεις.
τοῦτο δ᾽ ἐγὼν εὖ οἶδ᾽ , ὅτι μοι πάρος ἠπίη ἦσθα,
315
ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν,
βῆμεν δ᾽ ἐν νήεσσι , θεὸς δ᾽ ἐκέδασσεν Ἀχαιούς,
οὔ σέ γ᾽ ἔπειτα ἴδον , κούρη Διός , οὐδ᾽ ἐνόησα
νηὸς ἐμῆς ἐπιβᾶσαν , ὅπως τί μοι ἄλγος ἀλάλκοις.
320
ἀλλ᾽ αἰεὶ φρεσὶν ᾗσιν ἔχων δεδαϊγμένον ἦτορ
ἠλώμην , ἧός με θεοὶ κακότητος ἔλυσαν:
πρίν γ᾽ ὅτε Φαιήκων ἀνδρῶν ἐν πίονι δήμῳ
θάρσυνάς τε ἔπεσσι καὶ ἐς πόλιν ἤγαγες αὐτή.
νῦν δέ σε πρὸς πατρὸς γουνάζομαιοὐ γὰρ ὀΐω
325
ἥκειν εἰς Ἰθάκην εὐδείελον , ἀλλά τιν᾽ ἄλλην
γαῖαν ἀναστρέφομαι : σὲ δὲ κερτομέουσαν ὀΐω
ταῦτ᾽ ἀγορευέμεναι , ἵν᾽ ἐμὰς φρένας ἠπεροπεύσῃσ
εἰπέ μοι εἰ ἐτεόν γε φίλην ἐς πατρίδ᾽ ἱκάνω.”
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα θεὰ γλαυκῶπις Ἀθήνη:
330
αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα: