Ὀδύσσεια, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τῷ σε καὶ οὐ δύναμαι προλιπεῖν δύστηνον ἐόντα,
οὕνεκ᾽ ἐπητής ἐσσι καὶ ἀγχίνοος καὶ ἐχέφρων.
ἀσπασίως γάρ κ᾽ ἄλλος ἀνὴρ ἀλαλήμενος ἐλθὼν
ἵετ᾽ ἐνὶ μεγάροις ἰδέειν παῖδάς τ᾽ ἄλοχόν τε:
335
σοὶ δ᾽ οὔ πω φίλον ἐστὶ δαήμεναι οὐδὲ πυθέσθαι,
πρίν γ᾽ ἔτι σῆς ἀλόχου πειρήσεαι , τέ τοι αὔτως
ἧσται ἐνὶ μεγάροισιν , ὀϊζυραὶ δέ οἱ αἰεὶ
φθίνουσιν νύκτες τε καὶ ἤματα δάκρυ χεούσῃ.
αὐτὰρ ἐγὼ τὸ μὲν οὔ ποτ᾽ ἀπίστεον , ἀλλ᾽ ἐνὶ θυμῷ
340
ᾔδε᾽ , νοστήσεις ὀλέσας ἄπο πάντας ἑταίρους:
ἀλλά τοι οὐκ ἐθέλησα Ποσειδάωνι μάχεσθαι
πατροκασιγνήτῳ , ὅς τοι κότον ἔνθετο θυμῷ,
χωόμενος ὅτι οἱ υἱὸν φίλον ἐξαλάωσας.
ἀλλ᾽ ἄγε τοι δείξω Ἰθάκης ἕδος , ὄφρα πεποίθῃς.
345
Φόρκυνος μὲν ὅδ᾽ ἐστὶ λιμήν , ἁλίοιο γέροντος,
ἥδε δ᾽ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη:
ἀγχόθι δ᾽ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές,
ἱρὸν νυμφάων , αἳ νηϊάδες καλέονται:
τοῦτο δέ τοι σπέος ἐστὶ κατηρεφές , ἔνθα σὺ πολλὰς
350
ἔρδεσκες νύμφῃσι τεληέσσας ἑκατόμβας:
τοῦτο δὲ Νήριτόν ἐστιν ὄρος καταειμένον ὕλῃ.”
ὣς εἰποῦσα θεὰ σκέδασ᾽ ἠέρα , εἴσατο δὲ χθών:
γήθησέν τ᾽ ἄρ᾽ ἔπειτα πολύτλας δῖος Ὀδυσσεύς,
χαίρων γαίῃ , κύσε δὲ ζείδωρον ἄρουραν.
355
αὐτίκα δὲ νύμφῃς ἠρήσατο , χεῖρας ἀνασχών:
νύμφαι νηϊάδες , κοῦραι Διός , οὔ ποτ᾽ ἐγώ γε
ὄψεσθ᾽ ὔμμ᾽ ἐφάμην : νῦν δ᾽ εὐχωλῇς ἀγανῇσι
χαίρετ᾽ : ἀτὰρ καὶ δῶρα διδώσομεν , ὡς τὸ πάρος περ,
αἴ κεν ἐᾷ πρόφρων με Διὸς θυγάτηρ ἀγελείη
360
αὐτόν τε ζώειν καί μοι φίλον υἱὸν ἀέξῃ.”